previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[119] ἐλθούσης δὲ τῆς ἡμέρας πρῶτα μὲν ἦν ἐρετῶν ἅμιλλα καὶ βοή, καὶ βέλη τὰ μὲν ἐκ μηχανῆς, τὰ δ᾽ ἀπὸ χειρῶν, ὅσα λίθοι καὶ πυρφόρα καὶ τοξεύματα. μετὰ δὲ αἱ νῆες αὐταὶ συνερρήγνυντο ἀλλήλαις, αἱ μὲν εἰς τὰ πλάγια, αἱ δὲ κατ᾽ ἐπωτίδας, αἱ δὲ ἐπὶ τοὺς ἐμβόλους, ἔνθα μάλιστά εἰσιν αἱ πληγαὶ βίαιοι τινάξαι τε τοὺς ἐπιβάτας καὶ τὴν ναῦν ἀργοτέραν ἐργάσασθαι. ἄλλαι δὲ ἀλλήλας διεξέπλεον βάλλουσαί τε καὶ ἀκοντίζουσαι: καὶ τὰ ὑπηρετικὰ τοὺς ἐκπίπτοντας ἀνελάμβανεν. ἔργα τε χειρῶν ἦν καὶ βία ναυτῶν καὶ τέχνη κυβερνητῶν καὶ βοαὶ καὶ στρατηγῶν παρακελεύσεις καὶ μηχανήματα πάντα. εὐδοκίμει δὲ μάλιστα ἅρπαξ, ἔκ τε πολλοῦ ταῖς ναυσὶ διὰ κουφότητα ἐμπίπτων καὶ ἐμπηγνύμενος, ὅτε μάλιστα ὑπὸ τῶν καλῳδίων ἐφέλκοιτο ὀπίσω: κοπῆναί τε ὑπὸ τῶν βλαπτομένων οὐκ ἦν εὔπορος διὰ σίδηρον τὸν περιέχοντα, καὶ τὸ μῆκος αὐτοῦ δυσεφικτότατα τοῖς κόπτουσι τὰ καλῴδια ἐποίει: οὐδὲ τὸ μηχάνημά πω προέγνωστο, ὡς δρέπανα δόρασι περιθέσθαι: ἓν δ᾽ ἐπενόουν ὡς ἐν ἀδοκήτῳ, τὴν ναῦν κρούοντες ἐπὶ πρύμναν ἀντισπᾶν. τὸ δ᾽ αὐτὸ ποιούντων καὶ τῶν πολεμίων ἴση μὲν ἦν βία τῶν ἀνδρῶν, δὲ ἅρπαξ ἐποίει τὸ ἴδιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: