previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[38] οὕτως ἐκ πολλοῦ δέους τοῦ πρὶν ἡμᾶς ἐπισχόντος μετεβάλομεν ἔς τε ἀσφάλειαν ὑπὲρ ἡμῶν αὐτῶν ἐγκρατῆ καὶ ἐς θάρσος ἐπὶ τοὺς ἐχθρούς: ὧν ἐκφανέντων ἀνεφάνη καὶ τῶν πλεόνων ἐς τοὺς πολεμίους σπουδή. ὁρᾶτε γάρ, ὅση μὲν αὐτοῖς ἐστι μεταμέλεια τῶν ἐψηφισμένων, ὅσος δὲ ἀγὼν ἀφελέσθαι με τὴν Κελτικὴν ἤδη δεδομένην. ἴστε, γράφουσι Δέκμῳ καὶ ὅσα τοὺς ὑπάτους τοὺς μετ᾽ ἐμὲ πείθουσι περὶ τῆς Κελτικῆς μεταψηφίσασθαι. ἀλλὰ σὺν θεοῖς τε πατρῴοις καὶ σὺν εὐσεβεῖ γνώμῃ καὶ σὺν ταῖς ὑμετέραις ἀνδραγαθίαις, μεθ᾽ ὧν καὶ Καῖσαρ ἐκράτει, ἀμυνοῦμεν αὐτῷ, τῷ τε σώματι ἐπεξιόντες καὶ τῇ γνώμῃ βοηθοῦντες.

ταῦτά μοι γιγνόμενα μέν, συστρατιῶται, ἔτι ἔχρῃζον ἀπόρρητα εἶναι, γενόμενα δὲ ἐξενήνεκται πρὸς ὑμᾶς, οὓς ἐγὼ καὶ ἔργου καὶ λόγου κοινωνοὺς ἐς ἅπαντα τίθεμαι. καὶ τοῖς ἄλλοις, εἴ τινες αὐτὰ οὐ συνορῶσι, μεταφέρετε, πλὴν μόνου Καίσαρος ἀχαρίστως ἐς ἡμᾶς ἔχοντος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: