previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[60] καὶ τάδε μὲν εἴρηται τοῖς ἄνευ φθόνου καὶ φιλονικίας ἀκροωμένοις: τοῖς δὲ ἀπερισκέπτως καὶ ἀπαρασκεύως δι᾽ οἰκείαν ἔχθραν φιλονικίαν ἐκθορυβοῦσιν ὑμᾶς κριτὰς παραινῶ μὴ ταχεῖς εἶναι μηδὲ προπετεῖς ἐς ἄνδρας μεγίστους τε καὶ στρατιᾶς ἄρχοντας ἱκανῆς μηδὲ ἄκοντας ἐκπολεμοῦν, ἀναμιμνησκομένους Μαρκίου τε τοῦ Κοριολανοῦ καὶ τὰ ἔναγχος δὴ ταῦτα Καίσαρος, ὃν στρατιᾶς ὁμοίως ἡγούμενον καὶ σπονδὰς ἀρίστας ἂν ἡμῖν γενομένας προτείνοντα προπετῶς πολέμιον ψηφισάμενοι τῷ ὄντι πολέμιον ἠναγκάσαμεν γενέσθαι, φείδεσθαι δὲ καὶ τοῦ δήμου πρὸ βραχέος τοῖς φονεῦσι τοῖς Καίσαρος ἐπιδραμόντος, μὴ ἐς ὕβριν αὐτοῦ δοκῶμεν τοῖς μὲν ἡγεμονίας ἐθνῶν διδόναι, Δέκμον δὲ ἐπαινεῖν, ὅτι τοῦ δήμου νόμον ἀκυροῖ, καὶ Ἀντώνιον πολέμιον κρίνειν, ὅτι τὴν Κελτικὴν ἔλαβε παρὰ τοῦ δήμου. ὧν τοὺς μὲν εὖ βουλευομένους ἐνθυμεῖσθαι χρὴ ὑπὲρ τῶν ἔτι πλανωμένων, τοὺς δ᾽ ὑπάτους καὶ δημάρχους πλείονας κινδυνεύουσι τοῖς κοινοῖς γενέσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: