previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[76] ἡγοῦντο δὲ τῆς φάλαγγος Πομπηίῳ μὲν κηδεστὴς Σκιπίων ἐν μέσῳ καὶ ἐπὶ τοῦ λαιοῦ Δομίτιος, ἐπὶ δὲ τοῦ δεξιοῦ Λέντλος: Ἀφράνιος δὲ καὶ Πομπήιος τὸ στρατόπεδον ἐφύλαττον. Καίσαρι δ᾽ ἐστρατήγουν μὲν Σύλλας καὶ Ἀντώνιος καὶ Δομίτιος, αὐτὸς δ᾽ ἐπὶ τοῦ δεξιοῦ κέρως συνετάσσετο τῷ δεκάτῳ τέλει, καθάπερ ἦν ἔθος αὐτῷ. καὶ τοῦτ᾽ ἰδόντες οἱ πολέμιοι μετήγαγον ἐπ᾽ αὐτὸ τοὺς ἀρίστους τῶν ἱππέων, ἵνα πλέονες ὄντες, εἰ δυνηθεῖεν, κυκλώσαιντο. συνεὶς δὲ Καῖσαρ τρισχιλίους εὐτολμοτάτους πεζοὺς ἐνήδρευσεν, οἷς ἐκέλευσεν, ὅταν αἴσθωνται τοὺς πολεμίους περιθέοντας, ἀναπηδᾶν καὶ τὰ δόρατα ἐσπηδῶντας ἀνίσχειν ὀρθὰ ἐς τὰ πρόσωπα τῶν ἀνδρῶν: οὐ γὰρ οἴσειν ἀπείρους καὶ νέους, ὡραϊζομένους ἔτι, τὸν ἐς τὰ πρόσωπα κίνδυνον. οἱ μὲν δὴ τοιάδε κατ᾽ ἀλλήλων ἐμηχανῶντο καὶ περιῄεσαν ἑκάστους, καθιστάμενοί τε τὰ ἐπείγοντα καὶ ἐς εὐτολμίαν παρακαλοῦντες καὶ τὰ συνθήματα ἀναδιδόντες, μὲν Καῖσαρ Ἀφροδίτην νικηφόρον, δὲ Πομπήιος Ἡρακλέα ἀνίκητον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: