[17] Ἠρξατο μὲν δὴ τὸ κακὸν ἐκ συντυχίας ἀπὸ τῶν ἐν ἀρχαῖς ἔτι ὄντων, καὶ πρῶτος ἀνῃρέθη δημαρχῶν Σάλουιος. ἱερὰ δέ ἐστιν ἡ ἀρχὴ καὶ ἄσυλος ἐκ τῶν νόμων καὶ τὰ μέγιστα ἴσχυεν, ὡς καὶ τῶν ὑπάτων τινὰς ἐς τὰς φυλακὰς ἐμβαλεῖν. καὶ ἦν ὅδε ὁ δήμαρχος ὁ τὸν Ἀντώνιον ἐν μὲν ἀρχῇ κεκωλυκὼς εἶναι πολέμιον, ὕστερον δὲ συμπεπραχὼς ἐς πάντα Κικέρωνι. πυθόμενος δὲ τῶν τριῶν ἀνδρῶν τῆς τε συμφρονήσεως καὶ τῆς ἐς τὴν πόλιν ἐπείξεως τοὺς οἰκείους εἱστία ὡς οὐ πολλάκις αὐτοῖς ἔτι συνεσόμενος: ἐσδραμόντων δὲ ἐς τὸ συμπόσιον τῶν ὁπλιτῶν οἱ μὲν ἐξανίσταντο σὺν θορύβῳ καὶ δέει, ὁ δὲ τῶν ὁπλιτῶν λοχαγὸς ἐκέλευεν ἠρεμεῖν κατακλιθέντας, τὸν δὲ Σάλουιον, ὡς εἶχε, τῆς κόμης ἐπισπάσας ὑπὲρ τὴν τράπεζαν, ἐς ὅσον ἔχρῃζε, τὴν κεφαλὴν ἀπέτεμε καὶ τοῖς ἔνδον αὖθις ἐκέλευεν ἀτρεμεῖν, ὡς ἔχουσι, μὴ θορύβου γενομένου πάθοιεν ὅμοια. οἱ μὲν δὴ καὶ οἰχομένου τοῦ λοχαγοῦ τεθηπότες ἄναυδοι μέχρι βαθυτάτης νυκτός, τῷ λοιπῷ τοῦ δημάρχου σώματι συγκατέκειντο. δεύτερος δ᾽ ἀνὴρ ἔθνῃσκε στρατηγὸς Μινούκιος, ἀρχαιρεσιάζων μὲν ἐν ἀγορᾷ: πυθόμενος δὲ ἐπιέναι τοὺς ὁπλίτας ἀνεπήδησε καὶ περιθέων ἔτι καὶ ἐννοούμενος, ὅποι διαλάθοι, τὴν ἐσθῆτα ἐνήλλασσεν ἔς τι τῶν ἐργαστηρίων ἐσδραμών, τοὺς ὑπηρέτας καὶ τὰ σημεῖα ἀποπέμψας. οἱ δὲ αἰδοῖ καὶ ἐλέῳ παραμένοντες εὐμαρέστερον ἄκοντες ἐποίησαν τοῖς σφαγεῦσι τὸν στρατηγὸν εὑρεῖν.