previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[133] σιωπήν τε κατακηρύξας αὖθις ἔλεγεν:

ἐγὼ περὶ μὲν τῶν ἁμαρτόντων πολιτῶν, ἄνδρες ὁμότιμοι, σκεπτομένοις ὑμῖν οὐδὲν ἐπεφθεγγόμην: περὶ δὲ Καίσαρος ἀντ᾽ ἐκείνων ψῆφον αἰτοῦσιν ἓν ἐκ τῶν Καίσαρος ἔργων προύθηκα μέχρι νῦν, καὶ τοσούτους ἡμῖν τὸ ἓν ἀγῶνας ἤγειρεν, οὐκ ἀλόγως: εἰ γὰρ ἀποθησόμεθα τὰς ἀρχάς, ὁμολογήσομεν ἄνδρες τοσοίδε καὶ τοιοίδε ἀναξίως αὐτῶν τετυχηκέναι. ὅσα δ᾽ οὖν μηδὲ ἐπακούσεται ῥᾳδίως, ἐπισκέψασθε νῦν αὐτὰ καὶ συναριθμεῖτε κατά τε πόλεις καὶ κατὰ ἔθνη καὶ βασιλέας καὶ δυνάστας. πάντα γὰρ δὴ σχεδὸν εἰπεῖν, ὅσα ἐξ ἠοῦς ἐπὶ δύσιν Καῖσαρ ἡμῖν ἐχειρώσατο δυνάμει καὶ κράτει, συνεστήσατο, νόμοις καὶ χάρισι καὶ φιλανθρωπίαις βεβαιωσάμενος: ὧν τίνας ὑποστήσεσθαι δοκεῖτε ἀφαιρουμένους, ἔλαβον, εἰ μὴ πάντα ἐμπλῆσαι πολέμων ἐθέλετε, οἳ τῇ πατρίδι ὡς ἀσθενεστάτῃ μάλιστα οὔσῃ τοὺς ἐναγεῖς περισῴζειν ἀξιοῦτε;

καὶ τὰ μὲν πορρωτέρω τοῖς τε δεινοῖς ἔτι καὶ τοῖς φόβοις ἀφεστηκότα ἐάσω: δὲ οὐκ ἀγχοῦ μόνον ἐστὶν ἡμῖν, ἀλλὰ σύνοικα ἀνὰ τὴν Ἰταλίαν αὐτήν, τοὺς τὰ νικητήρια λαβόντας καὶ κατὰ πλῆθος ἅμα τοῖς ὅπλοις, ὡς ἐστρατεύοντο, ὑπὸ τῇ αὐτῇ συντάξει συνῳκισμένους ὑπὸ Καίσαρος, ὧν ἔτι πολλαὶ μυριάδες εἰσὶν ἐν τῇ πόλει, τί νομίζετε πράξειν ἀφαιρουμένους, ὧν εἰλήφασιν προσδοκῶσι λήψεσθαι πόλεών τε καὶ χωρίων; καὶ τοῦδε μὲν ὑμῖν καὶ παρελθοῦσα νὺξ τὴν εἰκόνα ἔδειξε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: