previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[85] ὧδε μὲν Πομπήιος Σικελίας ἐκράτησε, καὶ ναῦς ἔχων καὶ νῆσον ἐπικειμένην τῇ Ἰταλίᾳ καὶ στρατὸν ἤδη πολύν, ὅσον τε πρότερον εἶχε καὶ ὅσον οἱ φεύγοντες ἐκ Ῥώμης ἐλεύθερον δοῦλον ἦγον αἱ πόλεις ἐξ Ἰταλίας ἔπεμπον αὐτῷ, αἱ ἐς ἐπινίκια τοῖς στρατοῖς ἐπηγγελμέναι. ταῖς γὰρ δὴ γνώμαις αἵδε μάλιστα τὴν νίκην τῶν τριῶν ἀνδρῶν ἀπεύχοντο καί, ὅσα δύναιντο, κρύφα ἀντέπρασσον: ἀποδιδράσκοντές τε τῶν πατρίδων ὡς οὐκέτι πατρίδων οἱ δυνάμενοι συνέφευγον ἐς Πομπήιον, ἀγχοτάτω τε ὄντα καὶ περιφίλητον ἅπασιν ἐν τῷ τότε. παρῆσαν δ᾽ αὐτῷ καὶ ναυτικοὶ ἄνδρες ἐκ Λιβύης καὶ Ἰβηρίας, ἔμπειροι θαλάσσης, ὥστε καὶ ἡγεμόσι καὶ ναυσὶ καὶ πεζῷ καὶ χρήμασιν Πομπήιος ἐπῆρτο. καὶ τούτων Καῖσαρ ἐπήκοος ὢν ἔπεμπε Σαλουιδιηνὸν ἐπὶ νεῶν στόλου, Πομπήιον ὡς εὐχερὲς ἔργον ἐξελεῖν παραπλέοντα: καὶ αὐτὸς ᾔει διὰ τῆς Ἰταλίας ὡς αὐτῷ Σαλουιδιηνῷ συμβολήσων περὶ Ῥήγιον. Σαλουιδιηνῷ δ᾽ Πομπήιος ἀπαντᾷ μεγάλῳ στόλῳ, καὶ πρὸ τοῦ πορθμοῦ ναυμαχίας ἀμφὶ τὸ Σκύλλαιον αὐτοῖς γενομένης αἱ μὲν τοῦ Πομπηίου νῆες, κουφότεραί τε οὖσαι καὶ ναυτικωτέρων ἀνδρῶν, ταχυτῆτι καὶ ἐμπειρίᾳ προῦχον, αἱ δὲ Ῥωμαίων ἅτε βαρύτεραι καὶ μείζους ἐμόχθουν. ὡς δ᾽ συνήθης τοῦ πορθμοῦ κλύδων ἐπεγίγνετο καὶ διεσπᾶτο θάλασσα ἐφ᾽ ἑκάτερα ὑπὸ τοῦ ῥοῦ, οἱ μὲν ἧσσον ἐμόχθουν ὑπὸ ἔθους τοῦ κλύδωνος, οἱ δ᾽ ἀμφὶ τὸν Σαλουιδιηνόν, οὔτε ἑστῶτες βεβαίως ὑπὸ ἀηθείας οὔτε τὰς κώπας ἔτι ἀναφέρειν δυνάμενοι οὔτε τὰ πηδάλια ἔχοντες εὐπειθῆ, συνεταράσσοντο, ὥστε κλίνοντος ἐς δείλην ἑσπέραν ἤδη τοῦ θεοῦ πρότερος Σαλουιδιηνὸς ἀνεκάλει. ὑπεχώρει δὲ καὶ Πομπήιος. νῆες δὲ ἑκατέρων ἴσαι διεφθάρατο, καὶ τὰς λοιπὰς λελωβημένας τε καὶ πεπονημένας Σαλουιδιηνὸς ἐπεσκεύαζεν, ὑποχωρήσας ἐς λιμένα πρὸ τοῦ πορθμοῦ Βαλαρόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: