previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[69] ταῦτ᾽ εἰπὼν πρεσβύτης οὐ μεθίετο τῆς χειρός, ἀλλ᾽ ἐπεδάκρυεν αὐτῇ, ὡς ἐρυθριᾶσαι μὲν ἐπὶ τῷ σχήματι τὸν Κάσσιον καὶ παθεῖν τι ὑπὸ αἰδοῦς, ὑφελόντα δὲ ὅμως εἰπεῖν:

εἰ μὲν οὐ συνεβούλευσας Ῥοδίοις μὴ ἀδικεῖν με, σύ με ἠδίκεις: εἰ δὲ διδάσκων οὐκ ἔπεισας, ἀμυνῶ σοι. ἠδικούμην δὲ δή που σαφῶς τὸ μὲν πρῶτον ἀδίκημα συμμαχίαν αἰτῶν καὶ παρορώμενος ὑπὸ τῶν παιδευσάντων καὶ θρεψάντων, τὸ δὲ ἑξῆς προτιμώντων μου Δολοβέλλαν, ὃν οὐκ ἐπαίδευσαν οὐδὲ ἀνέθρεψαν, τὸ δὲ ἀνιαρότερον, ἐμοῦ μὲν καὶ Βρούτου καὶ ὅσων ὁρᾶτε ἀπὸ τῆς βουλῆς ἀρίστων ἀνδρῶν φευγόντων τυραννίδα καὶ τὴν πατρίδα ἐλευθερούντων, Ῥόδιοι φιλελεύθεροι, Δολοβέλλα δὲ αὐτὴν καταδουλοῦντος ἑτέροις, οἷς δὴ καὶ ὑμεῖς εὔνως ἔχοντες ὑποκρίνεσθε ἐξίστασθαι τοῖς ἐμφυλίοις ἡμῶν. ἔστι δὲ ἐμφύλια μέν, εἰ καὶ ἡμεῖς δυναστείας ὠρεγόμεθα, πόλεμος δὲ σαφὴς τὸ γιγνόμενόν ἐστι δημοκρατίας πρὸς μοναρχίαν. καὶ δημοκρατίαν ἀβοήθητον καταλείπετε οἱ παρακαλοῦντες ὑπὲρ αὐτονομίας: φιλίαν τε Ῥωμαίοις προφέροντες οὐκ ἐλεεῖτε ἀκρίτους ἐπὶ θανάτῳ καὶ δημεύσει προγραφομένους, ἀλλ᾽ ὑποκρίνεσθε πεύσεσθαι τῆς βουλῆς τῆς ταῦτα πασχούσης καὶ οὐδὲ ἀμύνειν ἑαυτῇ πω δυναμένης. δ᾽ ὑμῖν ἤδη προαπεκρίνατο, ἐν οἷς ἐψηφίσατο τοὺς ἀμφὶ τὴν ἕω πάντας ἀμύνειν ἐμοί τε καὶ Βρούτῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), A´RADUS
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: