previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[15] ἐγὼ δέ, πάτερ Ἀντώνιε ῾πατέρα γὰρ εἶναι σέ μοι δικαιοῦσιν αἵ τε Καίσαρος ἐς σὲ εὐεργεσίαι καὶ σὴ πρὸς ἐκεῖνον χάρις᾿, τῶν σοι πεπραγμένων ἐπ᾽ ἐκείνῳ τὰ μὲν ἐπαινῶ καὶ χάριν αὐτῶν ὀφλήσω, τὰ δ᾽ ἐπιμέμφομαι, καὶ λελέξεται μετὰ παρρησίας, ἐς ἣν λύπη με προάγει. κτεινομένῳ μὲν οὐ παρῆς, τῶν φονέων σε περισπασάντων περὶ θύρας, ἐπεὶ περιέσῳζες ἂν αὐτὸν συνεκινδύνευες ὅμοια παθεῖν: ὧν εἰ θάτερον ἔμελλεν ἔσεσθαι, καλῶς, ὅτι μὴ παρῆς. ψηφιζομένων δέ τινων αὐτοῖς ὡς ἐπὶ τυράννῳ γέρα ἀντεῖπας ἐγκρατῶς: καὶ τοῦδέ σοι χάριν οἶδα λαμπράν, εἰ καὶ τοὺς ἄνδρας ἔγνως συνανελεῖν σε βεβουλευμένους, οὐχ, ὡς ἡμεῖς ἡγούμεθα, τιμωρὸν ἐσόμενον Καίσαρι, ἀλλ᾽, ὡς αὐτοὶ λέγουσι, τῆς τυραννίδος διάδοχον. ἅμα δ᾽ οὐκ ἦσαν ἐκεῖνοι τυραννοκτόνοι, εἰ μὴ καὶ φονεῖς ἦσαν: διὸ καὶ ἐς τὸ Καπιτώλιον συνέφυγον ὡς ἐς ἱερὸν ἁμαρτόντες ἱκέται ὡς ἐς ἀκρόπολιν ἐχθροί. πόθεν οὖν αὐτοῖς ἀμνηστία καὶ τὸ ἀνεύθυνον τοῦ φόνου, τῆς βουλῆς καὶ τοῦ δήμου ει τινες ἐφθάρατο ὑπ᾽ ἐκείνων; καὶ σὲ τὸ τῶν πλεόνων ὁρᾶν ἐχρῆν, ὕπατον ὄντα. ἀλλὰ καὶ θάτερα βουλομένῳ σοι ἀρχὴ συνελάμβανε, τιμωρουμένῳ τηλικοῦτον ἄγος καὶ τοὺς πλανωμένους μεταδιδάσκοντι. σὺ δὲ καὶ ὅμηρα τῆς ἀδείας, οἰκεῖα αὐτοῦ σοῦ, τοῖς ἀνδροφόνοις ἔπεμψας ἐς τὸ Καπιτώλιον.

ἀλλ᾽ ἔστω καὶ ταῦτα τοὺς διεφθαρμένους σε βιάσασθαι. ὅτε μέντοι τῶν διαθηκῶν ἀναγνωσθεισῶν καὶ αὐτοῦ σοῦ δίκαιον ἐπιτάφιον εἰπόντος δῆμος ἐν ἀκριβεῖ Καίσαρος μνήμῃ γενόμενοι πῦρ ἐπ᾽ αὐτοὺς ἔφερον, καὶ φεισάμενοι χάριν τῶν γειτόνων ἐς τὴν ἐπιοῦσαν ἥξειν ἐπὶ ὅπλα συνέθεντο, πῶς οὐχὶ τῷ δήμῳ συνέπραξας καὶ ἐστρατήγησας τοῦ πυρὸς τῶν ὅπλων δίκην γε τοῖς ἀνδροφόνοις ἐπέγραψας, εἰ δίκης ἔδει κατὰ αὐτοφώρων, καὶ φίλος ὢν Καίσαρι καὶ ὕπατος καὶ Ἀντώνιος;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: