previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[38] τὸ μὲν δὴ τέλος τῆσδε τῆς τειχομαχίας, ἐκθυμοτάτης γενομένης, ἐς τοῦτο ἐτελεύτα: δὲ Καῖσαρ, ἵνα μὴ αὖθις ἐπιτολμήσειαν οἱ πολέμιοι τοῖς τείχεσι, τὴν στρατιάν, ὅση τοῖς γιγνομένοις ἐφήδρευε, παρ᾽ αὐτὸ τὸ τεῖχος ἵδρυσε καὶ ἐδίδαξεν ἀναπηδᾶν ἐς τὸ τεῖχος ἄλλους ἀλλαχοῦ κατὰ σύνθημα σάλπιγγος: συνεχῶς τε ἀπεπήδων οὐδενὸς ἐπείγοντος, ἵνα διδαχή τε σφίσι καὶ φόβος εἴη τοῖς πολεμίοις. ἀθυμία δὲ ἐπεῖχε τοὺς τοῦ Λευκίου, καί, ὅπερ ἐν τοῖς τοιούτοις εἴωθε γίγνεσθαι, τῆς φυλακῆς οἱ φύλακες ἠμέλουν: ἐκ δὲ τῆς ἀμελείας αὐτομολίαι πολλῶν ἐγίγνοντο, καὶ οὐχ οἱ ἀφανέστεροι τοῦτο μόνοι, ἀλλὰ καὶ τῶν ἡγεμονικῶν τινες ἔδρων. ἐνεδίδου τε Λεύκιος ἤδη πρὸς διαλύσεις ἐλέῳ τοσοῦδε πλήθους ἀπολλυμένου, ἐχθρῶν δέ τινων Καίσαρος περὶ σφῶν δεδιότων ἔτι ἐπεῖχεν. ὡς δὲ Καῖσαρ ὤφθη τοὺς αὐτομόλους φιλανθρώπως ἐκδεχόμενος καὶ πλείων ὁρμὴ πᾶσιν ἐς τὰς διαλύσεις ἐγίγνετο, δέος ἥπτετο τοῦ Λευκίου, μὴ ἀντιλέγων ἐκδοθείη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: