previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[98] οὕτω μὲν ἑκάτεροι παρασκευῆς εἶχον, γενομένης δὲ τῆς νουμηνίας ἀνήγοντο πάντες ἅμα ἠοῖ, Λέπιδος μὲν ἐκ Λιβύης χιλίαις ὁλκάσι καὶ μακραῖς ἑβδομήκοντα καὶ τέλεσι στρατοῦ δυώδεκα καὶ ἱππεῦσι Νομάσι πεντακισχιλίοις καὶ ἑτέρᾳ παρασκευῇ πολλῇ, Ταῦρος δ᾽ ἐκ Τάραντος ταῖς Ἀντωνίου ναυσὶν ἐξ ἑκατὸν καὶ τριάκοντα δύο μόναις καὶ ἑκατόν, ἐπεὶ τῶν λοιπῶν οἱ ἐρέται χειμῶνος ἐτεθνήκεσαν, δὲ Καῖσαρ ἐκ Δικαιαρχείας, θύων ἅμα καὶ σπένδων ἀπὸ τῆς ναυαρχίδος νεὼς ἐς τὸ πέλαγος ἀνέμοις εὐδίοις καὶ Ἀσφαλείῳ Ποσειδῶνι καὶ ἀκύμονι θαλάσσῃ, συλλήπτορας αὑτῷ κατὰ ἐχθρῶν πατρῴων γενέσθαι. πρόπλοι δ᾽ αὐτῷ τινες τοὺς μυχοὺς τῆς θαλάσσης διηρεύνων, καὶ Ἄππιος μετὰ πλήθους νεῶν ὀπισθοφυλακῶν εἵπετο. τρίτῃ δὲ τῆς ἀναγωγῆς ἡμέρᾳ νότος ἐμπεσὼν Λεπίδου μὲν ὁλκάδας ἀνέτρεψε πολλάς, ὡρμίσθη δὲ ὅμως ἐς Σικελίαν καί, Πλένιον ἐν Λιλυβαίῳ πολιορκῶν, τινὰς τῶν πόλεων ὑπήγετο καὶ ἑτέρας ἐβιάζετο: ταῦρος δὲ ἀρχομένου τοῦ πνεύματος ἐς Τάραντα ἐπαλινδρόμει. Ἀππίου δ᾽ ἄρτι τὸ Ἀθηναῖον ἄκρον περιπλέοντος αἱ μὲν συνετρίβοντο τῶν νεῶν ἀμφὶ ταῖς πέτραις, αἱ δ᾽ ἐς τέλματα ἐξώκελλον ὑπὸ ῥύμης, αἱ δὲ καὶ διερρίφησαν οὐκ ἀσινεῖς. δὲ Καῖσαρ ἀρχομένου μὲν τοῦ χειμῶνος ἐς τὸν Ἐλεάτην κόλπον ἐρυμνὸν ὄντα συμπεφεύγει, χωρὶς ἑξήρους μιᾶς, περὶ τῇ ἄκρᾳ διελύθη: λιβὸς δὲ τὸν νότον μεταλαβόντος κόλπος ἐκυκᾶτο, ἐς τὴν ἑσπέραν ἀνεῳγμένος, καὶ οὔτε ἐκπλεῦσαι δυνατὸν ἦν ἔτι πρὸς ἐναντίον τοῦ κόλπου τὸ πνεῦμα, οὔτε κῶπαι κατεῖχον οὔτε ἄγκυραι, ἀλλ᾽ ἐς ἀλλήλας ἐς τὰς πέτρας ἐνηράσσοντο αἱ νῆες. καὶ νυκτὸς ἦν ἔτι τὸ δεινὸν ἀτοπώτερον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: