previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[8] καὶ εἶχεν οὕτως προγραφή:

Μᾶρκος Λέπιδος, Μᾶρκος Ἀντώνιος, Ὀκτάουιος Καῖσαρ, οἱ χειροτονηθέντες ἁρμόσαι καὶ διορθῶσαι τὰ κοινά, οὕτως λέγουσιν: εἰ μὴ δι᾽ ἀπιστίαν οἱ πονηροὶ δεόμενοι μὲν ἦσαν ἐλεεινοί, τυχόντες δὲ ἐγίγνοντο τῶν εὐεργετῶν ἐχθροί, εἶτα ἐπίβουλοι, οὔτ᾽ ἂν Γάιον Καίσαρα ἀνῃρήκεσαν, οὓς ἐκεῖνος δορὶ λαβὼν ἔσωσεν ἐλέῳ καὶ φίλους θέμενος ἐπὶ ἀρχὰς καὶ τιμὰς καὶ δωρεὰς προήγαγεν ἀθρόως, οὔτ᾽ ἂν ἡμεῖς τοῖς ἐνυβρίσασι καὶ πολεμίους ἀναγράψασιν ἡμᾶς ὧδε ἀθρόως ἠναγκαζόμεθα χρῆσθαι. νῦν δέ, ἐξ ὧν ἐπιβεβουλεύμεθα καὶ ἐξ ὧν Γάιος Καῖσαρ ἔπαθεν, ἀτιθάσευτον ὁρῶντες τὴν κακίαν ὑπὸ φιλανθρωπίας, προλαβεῖν τοὺς ἐχθροὺς παθεῖν αἱρούμεθα. μὴ δή τις τὸ ἔργον ἄδικον ὠμὸν ἄμετρον ἡγείσθω, ἔς τε Γάιον καὶ ἐς ἡμᾶς οἷα πεπόνθαμεν ὁρῶν. Γάιον μὲν δὴ καὶ αὐτοκράτορα ὄντα καὶ ἄρχοντα ἱερῶν, καὶ τὰ φοβερώτατα Ῥωμαίοις καθελόντα τε ἔθνη καὶ κτησάμενον, καὶ πρῶτον ἀνδρῶν ὑπὲρ τοὺς Ἡρακλείους ὅρους ἀπλώτου θαλάσσης ἀποπειράσαντα, καὶ Ῥωμαίοις γῆν ἄγνωστον εὑρόντα, ἐν μέσῳ τῷ ἱερῷ λεγομένῳ βουλευτηρίῳ, ὑπὸ ὄψεσι θεῶν, κατέκανον εἴκοσι καὶ τρισὶ σφαγαῖς ἐνυβρίσαντες, οἱ πολέμῳ ληφθέντες ὑπ᾽ ἐκείνου καὶ περισωθέντες κληρονόμοι τέ τινες αὐτοῦ τῆς οὐσίας ἐγγραφέντες εἶναι: οἱ λοιποὶ δὲ ἐπὶ τῷ μύσει τῷδε τοὺς ἐναγεῖς ἀντὶ κολάσεων ἐπὶ ἀρχὰς καὶ ἡγεμονίας ἐξέπεμψαν, αἷς ἐκεῖνοι χρώμενοι τά τε κοινὰ τῶν χρημάτων ἥρπασαν, καὶ στρατὸν ἐξ αὐτῶν ἀγείρουσι καθ᾽ ἡμῶν καὶ ἕτερον αἰτοῦσι παρὰ βαρβάρων ἀεὶ τῆς ἀρχῆς πολεμίων, τάς τε ὑπὸ Ῥωμαίοις πόλεις τὰς μὲν οὐ πείθοντες ἐνέπρησαν κατέσκαψαν κατήρειψαν, τὰς δὲ καταπλήξαντες ἐπάγουσι τῇ πατρίδι καθ᾽ ἡμῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • A Dictionary of Greek and Roman Antiquities (1890), PROSCRI´PTIO
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: