previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[35] οἱ δ᾽ ἀμφὶ τὸν Οὐεντίδιον αἰδούμενοι λιμῷ κάμνοντα Λεύκιον περιορᾶν, ἐχώρουν ἐς αὐτὸν ἅπαντες, βιαζόμενοι τοὺς Καίσαρος πανταχόθεν αὐτοὺς περικειμένους καὶ ἐνοχλοῦντας. ὑπαντώντων δ᾽ αὐτοῖς Ἀγρίππου τε καὶ Σαλουιδιηνοῦ μετὰ δυνάμεως ἔτι πλείονος, ἔδεισαν, μὴ κυκλωθεῖεν, καὶ ἐς Φουλκίνιόν τι χωρίον ἐξέκλιναν, ἑξήκοντα καὶ ἑκατὸν σταδίους τῆς Περυσίας διεστηκός: ἔνθα αὐτοὺς τῶν ἀμφὶ τὸν Ἀγρίππαν περικαθημένων πυρὰ πολλὰ ἤγειραν, σύμβολα τῷ Λευκίῳ. καὶ γνώμην ἐποιοῦντο Οὐεντίδιος μὲν καὶ Ἀσίνιος βαδίζειν καὶ ὣς μαχούμενοι, Πλάγκος δὲ ἔσεσθαι μέσους Καίσαρός τε καὶ Ἀγρίππου, χρῆναι δ᾽ ἔτι καραδοκεῖν τὰ γιγνόμενα: καὶ ἐκράτει λέγων Πλάγκος. οἱ δ᾽ ἐν τῇ Περυσίᾳ τὰ μὲν πυρὰ ἰδόντες ἥδοντο, τῶν δ᾽ ἀνδρῶν βραδυνόντων εἴκασαν καὶ τούσδε ἐνοχλεῖσθαι καὶ παυσαμένου τοῦ πυρὸς διεφθάρθαι. δὲ Λεύκιος τοῦ λιμοῦ πιέζοντος ἐνυκτομάχησεν αὖθις ἐκ πρώτης φυλακῆς ἐς ἕω περὶ ἅπαν τὸ περιτείχισμα: καὶ οὐ δυνηθεὶς ἀνέθορεν αὖθις ἐς τὴν Περυσίαν καὶ τὰς ὑπολοίπους συλλογισάμενος τροφὰς ἀπεῖπε δίδοσθαι τοῖς θεράπουσι καὶ ἐφύλασσεν αὐτοὺς μηδ᾽ ἐκφυγεῖν, ἵνα μὴ γνωριμώτερον γένοιτο τοῖς πολεμίοις τὸ δεινόν. ἠλῶντο οὖν οἱ θεράποντες κατὰ πλῆθος καὶ κατέπιπτον ἔν τε αὐτῇ τῇ πόλει καὶ μέχρι τοῦ σφετέρου διατειχίσματος, πόαν εἴ τινα εὕροιεν φυλλάδα χλωράν, νεμόμενοι. καὶ τοὺς ἀποψύχοντας Λεύκιος ἐς τάφρους ἐπιμήκεις κατώρυσσεν, ἵνα μήτε καιομένων ἐπίδηλον τοῖς ἐχθροῖς γένοιτο, μήτε σηπομένων ἀτμὸς καὶ νόσος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: