previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[30] καὶ στάσεως ἐν τῇ κυρίᾳ γενομένης, ὅσοι μὲν ἐκώλυον τῶν δημάρχων τοὺς νόμους, ὑβριζόμενοι πρὸς τοῦ Ἀπουληίου κατεπήδων ἀπὸ τοῦ βήματος, δὲ πολιτικὸς ὄχλος ἐβόα ὡς γενομένης ἐν ἐκκλησίᾳ βροντῆς, ὅθεν οὐ θέμις ἐστὶ Ῥωμαίοις οὐδὲν ἔτι κυροῦν. βιαζομένων δὲ καὶ ὣς τῶν περὶ τὸν Ἀπουλήιον οἱ πολιτικοὶ τά τε ἱμάτια διαζωσάμενοι καὶ τὰ προστυχόντα ξύλα ἁρπάσαντες τοὺς ἀγροίκους διέστησαν. οἱ δ᾽ αὖθις ὑπὸ τοῦ Ἀπουληίου συγκαλούμενοι μετὰ ξύλων καὶ οἵδε τοῖς ἀστικοῖς ἐπῄεσαν καὶ βιασάμενοι τὸν νόμον ἐκύρωσαν. κυρωθέντος δ᾽ αὐτίκα Μάριος οἷα ὕπατος τῇ βουλῇ προυτίθει σκοπεῖν περὶ τοῦ ὅρκου: καὶ τὸν Μέτελλον εἰδὼς στερρόν τε τῇ γνώμῃ καὶ βέβαιον ἐφ᾽ τι φρονήσειεν εἰπεῖν φθάσειεν, ἐτίθει πρῶτος ἐς μέσον τὴν γνώμην τὴν ἑαυτοῦ μετ᾽ ἐνέδρας καὶ ἔλεγεν, ὡς οὔποτε τὸν ὅρκον ἑκὼν τόνδε αὐτὸς ὀμόσει. συναποφηναμένου δὲ ταῦτα καὶ τοῦ Μετέλλου καὶ τῶν ἄλλων αὐτοὺς ἐπαινεσάντων, Μάριος διέλυσε τὴν βουλήν. εἶτα τῆς πέμπτης ἡμέρας, τῷ ὅρκῳ τελευταία κατὰ τὸν νόμον ἦν, ἀμφὶ δεκάτην ὥραν αὐτοὺς κατὰ σπουδὴν συναγαγὼν ἔφη τὸν δῆμον ἐσπουδακότα περὶ τὸν νόμον δεδιέναι, μηχανὴν δ᾽ ὁρᾶν καὶ σόφισμα τοιόνδε: ὀμόσειν γάρ, νόμος ἐστί, τῷδε πεισθήσεσθαι τῷ νόμῳ, καὶ νῦν μὲν οὕτω διασκεδᾶν τοὺς ἀπὸ τῶν ἀγρῶν ἐνηδρευμένους, ὕστερον δ᾽ οὐ δυσχερῶς ἐπιδείξειν, ὅτι οὐκ ἔστι νόμος πρὸς βίαν τε καὶ βροντῆς ὠνομασμένης κεκυρωμένος παρὰ τὰ πάτρια.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: