previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὡς τὸ καθόλου πρὸς τὸ κατὰ μέρος: [16] τῶν δὲ σημείων τὸ μὲν οὕτως ἔχει ὡς τῶν καθ᾽ ἕκαστόν τι πρὸς τὸ καθόλου, τὸ δὲ ὡς τῶν καθόλου τι πρὸς τὸ κατὰ μέρος. τούτων δὲ τὸ μὲν ἀναγκαῖον τεκμήριον, τὸ δὲ μὴ ἀναγκαῖον ἀνώνυμόν
ἐστι κατὰ τὴν διαφοράν. [17] ἀναγκαῖα μὲν οὖν λέγω ἐξ ὧν γίνεται συλλογισμός: διὸ καὶ τεκμήριον τὸ τοιοῦτον τῶν σημείων ἐστίν: ὅταν γὰρ μὴ ἐνδέχεσθαι οἴωνται λῦσαι τὸ λεχθέν, τότε φέρειν οἴονται τεκμήριον ὡς δεδειγμένον καὶ πεπερασμένον: τὸ γὰρ τέκμαρ καὶ πέρας ταὐτόν ἐστι κατὰ
τὴν ἀρχαίαν γλῶτταν. [18] ἔστιν δὲ τῶν σημείων τὸ μὲν ὡς τὸ καθ᾽ ἕκαστον πρὸς τὸ καθόλου ὧδε, οἷον εἴ τις εἴπειεν σημεῖον εἶναι ὅτι οἱ σοφοὶ δίκαιοι, Σωκράτης γὰρ σοφὸς ἦν καὶ δίκαιος. τοῦτο μὲν οὖν σημεῖον, λυτὸν δέ, κἂν ἀληθὲς τὸ εἰρημένονἀσυλλόγιστον γὰρ), τὸ δέ, οἷον εἴ
τις εἴπειεν σημεῖον ὅτι νοσεῖ, πυρέττει γάρ, τέτοκεν, ὅτι γάλα ἔχει, ἀναγκαῖον. ὅπερ τῶν σημείων τεκμήριον μόνον ἐστίν: μόνον γάρ, ἂν ἀληθὲς , ἄλυτόν ἐστιν. τὸ δὲ ὡς τὸ καθόλου πρὸς τὸ κατὰ μέρος ἔχον, οἷον εἴ τις εἴπειεν ὅτι πυρέττει σημεῖον εἶναι, πυκνὸν γὰρ ἀναπνεῖ. λυτὸν δὲ καὶ
τοῦτο, κἂν ἀληθὲς : ἐνδέχεται γὰρ καὶ μὴ πυρέττοντα πνευστιᾶν.

τί μὲν οὖν εἰκός ἐστι καὶ τί σημεῖον καὶ τεκμήριον, καὶ τί διαφέρουσιν, εἴρηται μὲν καὶ νῦν, μᾶλλον δὲ φανερῶς καὶ περὶ τούτων, καὶ διὰ τίν᾽ αἰτίαν τὰ μὲν ἀσυλλόγιστά ἐστι τὰ δὲ συλλελογισμένα, ἐν τοῖς Ἀναλυτικοῖς
διώρισται περὶ αὐτῶν. [19]

παράδειγμα δὲ ὅτι μέν ἐστιν ἐπαγωγὴ καὶ περὶ ποῖα ἐπαγωγή, εἴρηται: ἔστι δὲ οὔτε ὡς μέρος πρὸς ὅλον οὔθ᾽ ὡς ὅλον πρὸς μέρος οὔθ᾽ ὡς ὅλον πρὸς ὅλον, ἀλλ᾽ ὡς μέρος πρὸς μέρος, ὅμοιον πρὸς ὅμοιονὅταν ἄμφω μὲν ὑπὸ τὸ αὐτὸ γένος, γνωριμώτερον
δὲ θάτερον θατέρου, παράδειγμά ἐστιν: οἷον ὅτι ἐπεβούλευε τυραννίδι Διονύσιος αἰτῶν τὴν φυλακήν: καὶ γὰρ Πεισίστρατος πρότερον ἐπιβουλεύων ᾔτει φυλακὴν καὶ λαβὼν ἐτυράννησε, καὶ Θεαγένης ἐν Μεγάροις: καὶ ἄλλοι ὅσους ἴσασι, παράδειγμα πάντες γίγνονται τοῦ Διονυσίου, ὃν οὐκ ἴσασίν
πω εἰ διὰ τοῦτο αἰτεῖ. πάντα δὲ ταῦτα ὑπὸ τὸ αὐτὸ καθόλου, ὅτι ἐπιβουλεύων τυραννίδι φυλακὴν αἰτεῖ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: