previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


13.

τὰ δ᾽ ἀδικήματα πάντα καὶ τὰ δικαιώματα διέλωμεν ἀρξάμενοι πρῶτον ἐντεῦθεν. ὥρισται δὴ τὰ δίκαια καὶ τὰ ἄδικα πρός τε νόμους δύο καὶ πρὸς οὕς ἐστι διχῶς. [2]

λέγω δὲ νόμον τὸν μὲν ἴδιον, τὸν δὲ κοινόν, ἴδιον μὲν τὸν
ἑκάστοις ὡρισμένον πρὸς αὑτούς, καὶ τοῦτον τὸν μὲν ἄγραφον, τὸν δὲ γεγραμμένον, κοινὸν δὲ τὸν κατὰ φύσιν. ἔστι γάρ τι μαντεύονται πάντες, φύσει κοινὸν δίκαιον καὶ ἄδικον, κἂν μηδεμία κοινωνία πρὸς ἀλλήλους μηδὲ συνθήκη, οἷον καὶ Σοφοκλέους Ἀντιγόνη φαίνεται λέγουσα,
ὅτι δίκαιον ἀπειρημένου θάψαι τὸν Πολυνείκη, ὡς φύσει ὂν τοῦτο δίκαιον: “οὐ γάρ τι νῦν γε κἀχθές, ἀλλ᾽ ἀεί ποτε
ζῇ τοῦτο, κοὐδεὶς οἶδεν ἐξ ὅτου φάνη:

Soph. Ant. 456-457 καὶ ὡς Ἐμπεδοκλῆς λέγει περὶ τοῦ μὴ κτείνειν τὸ ἔμψυχον:
τοῦτο γὰρ οὐ τισὶ μὲν δίκαιον τισὶ δ᾽ οὐ δίκαιον, “ἀλλὰ τὸ μὲν πάντων νόμιμον διά τ᾽ εὐρυμέδοντος
αἰθέρος ἠνεκέως τέταται διά τ᾽ ἀπλέτου αὐγῆς:

καὶ ὡς ἐν τῷ Μεσσηνιακῷ λέγει Ἀλκιδάμας, “ἐλευθέρους ἀφῆκε πάντας θεός, οὐδένα δοῦλον φύσις πεποίηκεν”. [3] πρὸς οὓς δέ, διώρισται δίχα: ὥρισται γὰρ πρὸς τὸ κοινὸν πρὸς
ἕνα τῶν κοινωνούντων δεῖ πράττειν καὶ μὴ πράττειν: διὸ καὶ τἀδικήματα καὶ τὰ δικαιώματα διχῶς ἔστιν ἀδικεῖν καὶ δικαιοπραγεῖν: γὰρ πρὸς ἕνα καὶ ὡρισμένον πρὸς τὸ κοινόν: γὰρ μοιχεύων καὶ τύπτων ἀδικεῖ τινα τῶν ὡρισμένων, δὲ μὴ στρατευόμενος τὸ κοινόν.
[4]

ἁπάντων δὴ τῶν ἀδικημάτων διῃρημένων, καὶ τῶν μὲν ὄντων πρὸς τὸ κοινὸν τῶν δὲ πρὸς ἄλλον πρὸς ἄλλους, ἀναλαβόντες τί ἐστιν τὸ ἀδικεῖσθαι λέγωμεν. [5] ἔστι δὴ τὸ ἀδικεῖσθαι τὸ ὑπὸ ἑκόντος τὰ ἄδικα πάσχειν: τὸ γὰρ ἀδικεῖν ὥρισται πρότερον ἑκούσιον εἶναι. [6] ἐπεὶ δ᾽ ἀνάγκη τὸν
ἀδικούμενον βλάπτεσθαι καὶ ἑκουσίως βλάπτεσθαι, αἱ μὲν βλάβαι ἐκ τῶν πρότερον φανεραί εἰσιν: τὰ γὰρ ἀγαθὰ καὶ τὰ κακὰ εἴρηται καθ᾽ αὑτὰ πρότερον καὶ τὰ ἑκούσια, ὅτι ἔστιν ὅσα εἰδότες, [7] ὥστ᾽ ἀνάγκη πάντα τὰ ἐγκλήματα πρὸς τὸ κοινὸν πρὸς τὸ ἴδιον εἶναι, καὶ ἀγνοοῦντος
καὶ ἄκοντος ἑκόντος καὶ εἰδότος, καὶ τούτων τὰ μὲν προελομένου τὰ δὲ διὰ πάθος. [8] περὶ μὲν οὖν θυμοῦ ῥηθήσεται ἐν τοῖς περὶ τὰ πάθη, ποῖα δὲ προαιροῦνται καὶ πῶς ἔχοντες εἴρηται πρότερον. [9] ἐπεὶ δ᾽ ὁμολογοῦντες πολλάκις πεπραχέναι

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: