previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἷον ἐν τῷ Τεύκρῳ Ὀδυσσεὺς ὅτι οἰκεῖος τῷ Πριάμῳ: γὰρ Ἡσιόνη ἀδελφή: δὲ ὅτι πατὴρ ἐχθρὸς τῷ Πριάμῳ, Τελαμών, καὶ ὅτι οὐ κατεῖπε τῶν κατασκόπων. [10]

ἄλλος τῷ διαβάλλοντι,
τὸ ἐπαινοῦντα μικρὸν μακρῶς ψέξαι μέγα συντόμως, πολλὰ ἀγαθὰ προθέντα, εἰς τὸ πρᾶγμα προφέρει ἓν ψέξαι. τοιοῦτοι δὲ οἱ τεχνικώτατοι καὶ ἀδικώτατοι: τοῖς ἀγαθοῖς γὰρ βλάπτειν πειρῶνται, μιγνύντες αὐτὰ τῷ κακῷ.

κοινὸν δὲ τῷ διαβάλλοντι καὶ τῷ ἀπολυομένῳ, ἐπειδὴ
τὸ αὐτὸ ἐνδέχεται πλειόνων ἕνεκα πραχθῆναι, τῷ μὲν διαβάλλοντι κακοηθιστέον ἐπὶ τὸ χεῖρον ἐκλαμβάνοντι, τῷ δὲ ἀπολυομένῳ ἐπὶ τὸ βέλτιον, οἷον ὅτι Διομήδης τὸν Ὀδυσσέα προείλετο, τῷ μὲν ὅτι διὰ τὸ ἄριστον ὑπολαμβάνειν τὸν Ὀδυσσέα, τῷ δ᾽ ὅτι οὕ, ἀλλὰ διὰ τὸ μόνον μὴ ἀνταγωνιστεῖν
ὡς φαῦλον. 16.

καὶ περὶ μὲν διαβολῆς εἰρήσθω τοσαῦτα, διήγησις δ᾽ ἐν μὲν τοῖς ἐπιδεικτικοῖς ἐστιν οὐκ ἐφεξῆς ἀλλὰ κατὰ μέρος: δεῖ μὲν γὰρ τὰς πράξεις διελθεῖν ἐξ ὧν λόγος: σύγκειται γὰρ ἔχων λόγος τὸ μὲν ἄτεχνονοὐθὲν γὰρ αἴτιος λέγων
τῶν πράξεων), τὸ δ᾽ ἐκ τῆς τέχνης: τοῦτο δ᾽ ἐστὶν ὅτι ἔστι δεῖξαι, ἐὰν ἄπιστον, ὅτι ποιόν, ὅτι ποσόν, καὶ ἅπαντα. [2] διὰ δὲ τοῦτ᾽ ἐνίοτε οὐκ ἐφεξῆς δεῖ διηγεῖσθαι πάντα, ὅτι δυσμνημόνευτον τὸ δεικνύναι οὕτως: ἐκ μὲν οὖν τούτων ἀνδρεῖος, ἐκ δὲ τῶνδε σοφὸς δίκαιος. καὶ
ἁπλούστερος λόγος οὗτος, ἐκεῖνος δὲ ποικίλος καὶ οὐ λιτός. [3] δεῖ δὲ τὰς μὲν γνωρίμους ἀναμιμνήσκειν: διὸ οἱ πολλοὶ οὐδὲν δέονται διηγήσεως, οἷον εἰ θέλεις Ἀχιλλέα ἐπαινεῖνἴσασι γὰρ πάντες τὰς πράξεις), ἀλλὰ χρῆσθαι αὐταῖς δεῖ. ἐὰν δὲ Κριτίαν, δεῖ: οὐ γὰρ πολλοὶ ἴσασιν ... [4]
νῦν δὲ γελοίως τὴν διήγησίν φασι δεῖν εἶναι ταχεῖαν. καίτοι ὥσπερ τῷ μάττοντι ἐρομένῳ πότερον σκληρὰν μαλακὴν μάξῃτί δ᾽”, ἔφη τις, “εὖ ἀδύνατον;”, καὶ ἐνταῦθα ὁμοίως: δεῖ γὰρ μὴ μακρῶς διηγεῖσθαι ὥσπερ οὐδὲ προοιμιάζεσθαι μακρῶς, οὐδὲ τὰς πίστεις λέγειν. οὐδὲ γὰρ ἐνταῦθά
ἐστι τὸ εὖ τὸ ταχὺ τὸ συντόμως, ἀλλὰ τὸ μετρίως: τοῦτο δ᾽ ἐστὶ τὸ λέγειν ὅσα δηλώσει τὸ πρᾶγμα,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: