previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[36] ἐπεὶ οὖν ἔχομεν δεῖ πράττειν καὶ ποῖόν τινα εἶναι δεῖ, ταῦτα ὡς ὑποθήκας λέγοντας τῇ λέξει μετατιθέναι δεῖ καὶ στρέφειν, οἷον ὅτι οὐ δεῖ μέγα φρονεῖν ἐπὶ τοῖς διὰ τύχην ἀλλὰ τοῖς δι᾽ αὑτόν.
οὕτω μὲν οὖν λεχθὲν ὑποθήκην δύναται, ὡδὶ δ᾽ ἔπαινονμέγα φρονῶν οὐκ ἐπὶ τοῖς διὰ τύχην ὑπάρχουσιν ἀλλὰ τοῖς δι᾽ αὑτόν”. ὥστε ὅταν ἐπαινεῖν βούλῃ, ὅρα τί ἂν ὑπόθοιο: καὶ ὅταν ὑποθέσθαι, ὅρα τί ἂν ἐπαινέσειας. [37] δὲ λέξις ἔσται ἀντικειμένη ἐξ ἀνάγκης ὅταν τὸ μὲν κωλῦον τὸ δὲ μὴ κωλῦον μετατεθῇ.
[38]

χρηστέον δὲ καὶ τῶν αὐξητικῶν πολλοῖς, οἷον εἰ μόνος πρῶτος μετ᾽ ὀλίγων καὶ μάλιστα πεποίηκεν: ἅπαντα γὰρ ταῦτα καλά. καὶ τῷ ἐκ τῶν χρόνων καὶ τῶν καιρῶν: τούτῳ δ᾽ εἰ παρὰ τὸ προσῆκον. καὶ εἰ πολλάκις τὸ αὐτὸ κατώρθωκεν: μέγα γὰρ καὶ οὐκ ἀπὸ
τύχης ἀλλὰ δι᾽ αὑτοῦ ἂν δόξειεν. καὶ εἰ τὰ προτρέποντα καὶ τιμῶντα διὰ τοῦτον εὕρηται καὶ κατεσκευάσθη, καὶ εἰς τοῦτον πρῶτον ἐγκώμιον ἐποιήθη, οἷον εἰς Ἱππόλοχον, καὶ εἰς Ἁρμόδιον καὶ Ἀριστογείτονα τὸ ἐν ἀγορᾷ σταθῆναι: ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἐναντίων. κἂν μὴ καθ᾽ αὑτὸν εὐπορῇς,
πρὸς ἄλλους ἀντιπαραβάλλειν, ὅπερ Ἰσοκράτης ἐποίει διὰ τὴν ἀσυνήθειαν τοῦ δικολογεῖν. δεῖ δὲ πρὸς ἐνδόξους συγκρίνειν: αὐξητικὸν γὰρ καὶ καλόν, εἰ σπουδαίων βελτίων. [39] πίπτει δ᾽ εὐλόγως αὔξησις εἰς τοὺς ἐπαίνους: ἐν ὑπεροχῇ γάρ ἐστιν, δ᾽ ὑπεροχὴ τῶν καλῶν: διὸ κἂν μὴ πρὸς τοὺς ἐνδόξους,
ἀλλὰ πρὸς τοὺς ἄλλους δεῖ παραβάλλειν, ἐπείπερ ὑπεροχὴ δοκεῖ μηνύειν ἀρετήν. [40] ὅλως δὲ τῶν κοινῶν εἰδῶν ἅπασι τοῖς λόγοις μὲν αὔξησις ἐπιτηδειοτάτη τοῖς ἐπιδεικτικοῖςτὰς γὰρ πράξεις ὁμολογουμένας λαμβάνουσιν, ὥστε λοιπὸν μέγεθος περιθεῖναι καὶ κάλλος): τὰ δὲ παραδείγματα τοῖς
συμβουλευτικοῖςἐκ γὰρ τῶν προγεγονότων τὰ μέλλοντα καταμαντευόμενοι κρίνομεν): τὰ δ᾽ ἐνθυμήματα τοῖς δικανικοῖςαἰτίαν γὰρ καὶ ἀπόδειξιν μάλιστα δέχεται τὸ γεγονὸς διὰ τὸ ἀσαφές). [41]

ἐκ τίνων μὲν οὖν οἱ ἔπαινοι καὶ οἱ ψόγοι λέγονται σχεδὸν πάντες, καὶ πρὸς ποῖα δεῖ βλέποντας
ἐπαινεῖν καὶ ψέγειν, καὶ ἐκ τίνων τὰ ἐγκώμια γίγνεται καὶ τὰ ὀνείδη, ταῦτ᾽ ἐστίν: ἐχομένων γὰρ τούτων τὰ ἐναντία τούτοις φανερά: γὰρ ψόγος ἐκ τῶν ἐναντίων ἐστίν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: