previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διώρισται δὲ περὶ γελοίων χωρὶς ἐν τοῖς περὶ ποιητικῆς. περὶ μὲν οὖν ἡδέων εἰρήσθω ταῦτα, τὰ δὲ λυπηρὰ ἐκ τῶν ἐναντίων τούτοις φανερά. 12.

ὧν μὲν οὖν ἕνεκα ἀδικοῦσιν, ταῦτ᾽ ἐστίν: πῶς δὲ ἔχοντες
καὶ τίνας, λέγωμεν νῦν. αὐτοὶ μὲν οὖν ὅταν οἴωνται δυνατὸν εἶναι τὸ πρᾶγμα πραχθῆναι καὶ αὑτοῖς δυνατόν, εἶτ᾽ ἂν λαθεῖν πράξαντες, μὴ λαθόντες μὴ δοῦναι δίκην, δοῦναι μὲν ἀλλ᾽ ἐλάττω τὴν ζημίαν εἶναι τοῦ κέρδους αὑτοῖς ὧν κήδονται. [2] ποῖα μὲν οὖν δυνατὰ φαίνεται καὶ ποῖα
ἀδύνατα, ἐν τοῖς ὕστερον ῥηθήσεταικοινὰ γὰρ ταῦτα πάντων τῶν λόγων): αὐτοὶ δ᾽ οἴονται δυνατοὶ εἶναι μάλιστα ἀζήμιοι ἀδικεῖν οἱ εἰπεῖν δυνάμενοι καὶ οἱ πρακτικοὶ καὶ οἱ ἔμπειροι πολλῶν ἀγώνων, κἂν πολύφιλοι ὦσιν, κἂν πλούσιοι. [3] καὶ μάλιστα μὲν ἂν αὐτοὶ ὦσιν ἐν τοῖς εἰρημένοις
οἴονται δύνασθαι, εἰ δὲ μή, κἂν ὑπάρχωσιν αὐτοῖς τοιοῦτοι φίλοι ὑπηρέται κοινωνοί: διὰ γὰρ ταῦτα δύνανται καὶ πράττειν καὶ λανθάνειν καὶ μὴ δοῦναι δίκην. [4] καὶ ἐὰν φίλοι ὦσιν τοῖς ἀδικουμένοις τοῖς κριταῖς: οἱ μὲν γὰρ φίλοι ἀφύλακτοί τε πρὸς τὸ ἀδικεῖσθαι καὶ προσκαταλλάττονται
πρὶν ἐπεξελθεῖν, οἱ δὲ κριταὶ χαρίζονται οἷς ἂν φίλοι ὦσι, καὶ ὅλως ἀφιᾶσιν μικροῖς ζημιοῦσιν. [5] λαθητικὰ δ᾽ εἰσὶν οἵ τ᾽ ἐναντίοι τοῖς ἐγκλήμασιν, οἷον ἀσθενεῖς περὶ αἰκίας καὶ πένης καὶ αἰσχρὸς περὶ μοιχείας, καὶ τὰ λίαν ἐν φανερῷ καὶ ἐν ὀφθαλμοῖς: ἀφύλακτα γὰρ διὰ τὸ ὅλως μηδένα ἂν
οἴεσθαι. [6] καὶ τὰ τηλικαῦτα καὶ τὰ τοιαῦτα οἷα μηδ᾽ ἂν εἷς: ἀφύλακτα γὰρ καὶ ταῦτα: πάντες γὰρ τὰ εἰωθότα, ὥσπερ ἀρρωστήματα, φυλάττονται καὶ τἀδικήματα, δὲ μηδείς πω ἠρρώστηκεν, οὐδεὶς εὐλαβεῖται. [7] καὶ οἷς μηδεὶς ἐχθρὸς πολλοί: οἱ μὲν γὰρ οἴονται λήσειν διὰ τὸ μὴ φυλάττεσθαι,
οἱ δὲ λανθάνουσι διὰ τὸ μὴ δοκεῖν ἂν ἐπιχειρῆσαι φυλαττομένοις, καὶ διὰ τὸ ἀπολογίαν ἔχειν ὅτι οὐκ ἂν ἐνεχείρησαν. [8] καὶ οἷς ὑπάρχει κρύψις τρόποις τόποις, διαθέσεις εὔποροι. καὶ ὅσοις μὴ λανθάνουσιν ἔστιν δίωσις δίκης ἀναβολὴ χρόνου διαφθοραὶ κριτῶν. καὶ οἷς, ἐὰν γένηται
ζημία, ἔστιν δίωσις τῆς ἐκτίσεως ἀναβολὴ χρόνιος. εἰ δι᾽ ἀπορίαν μηδὲν ἔχει τι ἀπολέσει. [9] καὶ οἷς τὰ μὲν κέρδη φανερὰ μεγάλα ἐγγύς, αἱ δὲ ζημίαι μικραὶ ἀφανεῖς πόρρω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: