previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[23]

καὶ περὶ τοῦ ἐσομένου ἐκ τῶν αὐτῶν δῆλον: τό τε γὰρ ἐν δυνάμει καὶ ἐν βουλήσει ὂν ἔσται, καὶ τὰ ἐν ἐπιθυμίᾳ καὶ ὀργῇ καὶ λογισμῷ μετὰ δυνάμεως ὄντα, ταῦτα καὶ ἐν ὁρμῇ τοῦ ποιεῖν μελλήσει ἔσται: ὡς γὰρ ἐπὶ τὸ πολὺ γίγνεται μᾶλλον
τὰ μέλλοντα τὰ μὴ μέλλοντα. [24] καὶ εἰ προγέγονε ὅσα πρότερον πέφυκε γίγνεσθαι, οἷον εἰ συννεφεῖ, εἰκὸς ὗσαι. [25] καὶ εἰ τὸ ἕνεκα τούτου γέγονε, καὶ τοῦτο εἰκὸς γενέσθαι, οἷον εἰ θεμέλιος, καὶ οἰκία. [26]

περὶ δὲ μεγέθους καὶ μικρότητος τῶν πραγμάτων καὶ μείζονός
τε καὶ ἐλάττονος καὶ ὅλως μεγάλων καὶ μικρῶν ἐκ τῶν προειρημένων ἡμῖν ἐστιν φανερόν. εἴρηται γὰρ ἐν τοῖς συμβουλευτικοῖς περί τε μεγέθους ἀγαθῶν καὶ περὶ τοῦ μείζονος ἁπλῶς καὶ ἐλάττονος, ὥστε ἐπεὶ καθ᾽ ἕκαστον τῶν λόγων τὸ προκείμενον τέλος ἀγαθόν ἐστιν, οἷον τὸ συμφέρον καὶ τὸ
καλὸν καὶ τὸ δίκαιον, φανερὸν ὅτι δι᾽ ἐκείνων ληπτέον τὰς αὐξήσεις πᾶσιν. [27] τὸ δὲ παρὰ ταῦτα ἔτι ζητεῖν περὶ μεγέθους ἁπλῶς καὶ ὑπεροχῆς κενολογεῖν ἐστιν: κυριώτερα γάρ ἐστιν πρὸς τὴν χρείαν τῶν καθόλου τὰ καθ᾽ ἕκαστα τῶν πραγμάτων.

περὶ μὲν οὖν δυνατοῦ καὶ ἀδυνάτου, καὶ πότερον γέγονεν οὐ γέγονεν καὶ ἔσται οὐκ ἔσται, ἔτι δὲ περὶ μεγέθους καὶ μικρότητος τῶν πραγμάτων, εἰρήσθω ταῦτα. 20.

λοιπὸν δὲ περὶ τῶν κοινῶν πίστεων ἅπασιν εἰπεῖν, ἐπείπερ εἴρηται περὶ τῶν ἰδίων. εἰσὶ δ᾽ αἱ κοιναὶ πίστεις δύο τῷ γένει,
παράδειγμα καὶ ἐνθύμημα: γὰρ γνώμη μέρος ἐνθυμήματός ἐστιν. [2] πρῶτον μὲν οὖν περὶ παραδείγματος λέγωμεν: ὅμοιον γὰρ ἐπαγωγῇ τὸ παράδειγμα, δ᾽ ἐπαγωγὴ ἀρχή.

παραδειγμάτων δὲ εἴδη δύο: ἓν μὲν γάρ ἐστιν παραδείγματος εἶδος τὸ λέγειν πράγματα προγενομένα, ἓν δὲ τὸ αὐτὸν
ποιεῖν. τούτου δὲ ἓν μὲν παραβολὴ ἓν δὲ λόγοι, [3] οἷον οἱ Αἰσώπειοι καὶ Λιβυκοί.

ἔστιν δὲ τὸ μὲν πράγματα λέγειν τοιόνδε τι, ὥσπερ εἴ τις λέγοι ὅτι δεῖ πρὸς βασιλέα παρασκευάζεσθαι καὶ μὴ ἐᾶν Αἴγυπτον χειρώσασθαι: καὶ γὰρ πρότερον Δαρεῖος οὐ πρότερον διέβη πρὶν Αἴγυπτον ἔλαβεν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: