previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διὰ τὸ ἐν ὀφθαλμοῖς ἀμφότερα. [19] καὶ τοὺς μὴ περὶ ταὐτὰ ἐνόχους: δῆλον γὰρ ὅτι τἀναντία δοκεῖ τούτοις. καὶ τοὺς μὴ συγγνωμονικοὺς τοῖς φαινομένοις ἁμαρτάνειν: γάρ τις αὐτὸς ποιεῖ, ταῦτα λέγεται τοῖς πέλας οὐ νεμεσᾶν,
ὥστε μὴ ποιεῖ, δῆλον ὅτι νεμεσᾷ. [20] καὶ τοὺς ἐξαγγελτικοὺς πολλοῖς: οὐδὲν γὰρ διαφέρει μὴ δοκεῖν μὴ ἐξαγγέλλειν: ἐξαγγελτικοὶ δὲ οἵ τε ἠδικημένοι, διὰ τὸ παρατηρεῖν, καὶ οἱ κακολόγοι: εἴπερ γὰρ καὶ τοὺς μὴ ἁμαρτάνοντας, ἔτι μᾶλλον τοὺς ἁμαρτάνοντας. καὶ οἷς διατριβὴ ἐπὶ ταῖς τῶν πέλας
ἁμαρτίαις, οἷον χλευασταῖς καὶ κωμῳδοποιοῖς: κακολόγοι γάρ πως οὗτοι καὶ ἐξαγγελτικοί. καὶ ἐν οἷς μηδὲν ἀποτετυχήκασιν: ὥσπερ γὰρ θαυμαζόμενοι διάκεινται: διὸ καὶ τοὺς πρῶτον δεηθέντας τι αἰσχύνονται ὡς οὐδέν πω ἠδοξηκότες ἐν αὐτοῖς: τοιοῦτοι δὲ οἱ ἄρτι βουλόμενοι φίλοι εἶναιτὰ γὰρ
βέλτιστα τεθέανται: διὸ εὖ ἔχει τοῦ Εὐριπίδου ἀπόκρισις πρὸς τοὺς Συρακοσίους), καὶ τῶν πάλαι γνωρίμων οἱ μηδὲν συνειδότες. [21] αἰσχύνονται δὲ οὐ μόνον αὐτὰ τὰ ῥηθέντα αἰσχυντηλὰ ἀλλὰ καὶ τὰ σημεῖα, οἷον οὐ μόνον ἀφροδισιάζοντες ἀλλὰ καὶ τὰ σημεῖα αὐτοῦ, καὶ οὐ μόνον ποιοῦντες [22]
τὰ αἰσχρά, ἀλλὰ καὶ λέγοντες. ὁμοίως δὲ οὐ τοὺς εἰρημένους μόνον αἰσχύνονται, ἀλλὰ καὶ τοὺς δηλώσοντας αὐτοῖς, οἷον θεράποντας καὶ φίλους τούτων. [23] ὅλως δὲ οὐκ αἰσχύνονται οὔθ᾽ ὧν πολὺ καταφρονοῦσι τῆς δόξης τοῦ ἀληθεύεινοὐδεὶς γὰρ παιδία καὶ θηρία αἰσχύνεται), οὔτε ταὐτὰ τοὺς γνωρίμους
καὶ τοὺς ἀγνῶτας, ἀλλὰ τοὺς μὲν γνωρίμους τὰ πρὸς ἀλήθειαν δοκοῦντα τοὺς δ᾽ ἄπωθεν τὰ πρὸς τὸν νόμον. [24]

αὐτοὶ δὲ ὧδε διακείμενοι αἰσχυνθεῖεν ἄν, πρῶτον μὲν εἰ ὑπάρχοιεν πρὸς αὐτοὺς ἔχοντες οὕτως τινὲς οἵους ἔφαμεν εἶναι οὓς αἰσχύνονται. ἦσαν δ᾽ οὗτοι οἱ θαυμαζόμενοι
θαυμάζοντες ὑφ᾽ ὧν βούλονται θαυμάζεσθαι, ὧν δέονταί τινα χρείαν ἧς μὴ τεύξονται ἄδοξοι ὄντες, καὶ οὗτοι ὁρῶντεςὥσπερ Κυδίας περὶ τῆς Σάμου κληρουχίας ἐδημηγόρησεν: ἠξίου γὰρ ὑπολαβεῖν τοὺς Ἀθηναίους περιεστάναι κύκλῳ τοὺς Ἕλληνας, ὡς ὁρῶντας καὶ μὴ μόνον ἀκουσομένους
ἂν ψηφίσωνται), ἂν πλησίον ὦσιν οἱ τοιοῦτοι, μέλλωσιν αἰσθήσεσθαι: διὸ καὶ ὁρᾶσθαι ἀτυχοῦντες ὑπὸ τῶν ζηλούντων ποτὲ οὐ βούλονται:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: