previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ μὴ ἔστιν τιμωρία ἴση τῇ ὠφελείᾳ, οἷον δοκεῖ τυρρανίς. [10] καὶ ὅσοις τὰ μὲν ἀδικήματα λήμματα, αἱ δὲ ζημίαι ὀνείδη μόνον. καὶ οἷς τοὐναντίον τὰ μὲν ἀδικήματα εἰς ἔπαινόν τινα, οἷον εἰ συνέβη ἅμα τιμωρήσασθαι
ὑπὲρ πατρὸς μητρός, ὥσπερ Ζήνωνι, αἱ δὲ ζημίαι εἰς χρήματα φυγὴν τοιοῦτόν τι: δι᾽ ἀμφότερα γὰρ ἀδικοῦσι καὶ ἀμφοτέρως ἔχοντες, πλὴν οὐχ οἱ αὐτοὶ ἀλλ᾽ οἱ ἐναντίοι τοῖς ἤθεσιν. [11] καὶ οἱ πολλάκις λεληθότες μὴ ἐζημιωμένοι, καὶ οἱ πολλάκις ἀποτετυχηκότεςεἰσὶ γάρ τινες
καὶ ἐν τοῖς τοιούτοις, ὥσπερ ἐν τοῖς πολεμικοῖς, οἷοι ἀναμάχεσθαι). [12] καὶ οἷς ἂν παραχρῆμα τὸ ἡδύ, τὸ δὲ λυπηρὸν ὕστερον, τὸ κέρδος, δὲ ζημία ὕστερον: οἱ γὰρ ἀκρατεῖς τοιοῦτοι, ἔστιν δὲ ἀκρασία περὶ πάντα ὅσων ὀρέγονται. [13] καὶ οἷς ἂν τοὐναντίον τὸ μὲν λυπηρὸν ἤδη ζημία, τὸ δὲ ἡδὺ
καὶ τὸ ὠφέλιμον ὕστερα καὶ χρονιώτερα: οἱ γὰρ ἐγκρατεῖς καὶ φρονιμώτεροι τὰ τοιαῦτα διώκουσιν. [14] καὶ οἷς ἂν ἐνδέχηται διὰ τύχην δόξαι πρᾶξαι δι᾽ ἀνάγκην διὰ φύσιν δι᾽ ἔθος, καὶ ὅλως ἁμαρτεῖν ἀλλὰ μὴ ἀδικεῖν. [15] καὶ οἷς ἂν τοῦ ἐπιεικοῦς τυχεῖν. καὶ ὅσοι ἂν ἐνδεεῖς ὦσιν: διχῶς δέ εἰσιν ἐνδεεῖς:
γὰρ ὡς ἀναγκαίου, ὥσπερ οἱ πένητες, ὡς ὑπερβολῆς, ὥσπερ οἱ πλούσιοι. [16] καὶ οἱ σφόδρα εὐδοκιμοῦντες καὶ οἱ σφόδρα ἀδοξοῦντες, οἱ μὲν ὡς οὐ δόξοντες, οἱ δ᾽ ὡς οὐδὲν μᾶλλον ἀδοξοῦντες. [17]

αὐτοὶ μὲν οὖν οὕτως ἔχοντες ἐπιχειροῦσιν ἀδικεῖν, ἀδικοῦσι δὲ τοὺς τοιούτους καὶ τὰ τοιαῦτα, τοὺς ἔχοντας ὧν
αὐτοὶ ἐνδεεῖς εἰς τἀναγκαῖα εἰς ὑπεροχὴν εἰς ἀπόλαυσιν, [18] καὶ τοὺς πόρρω καὶ τοὺς ἐγγύς: τῶν μὲν γὰρ λῆψις ταχεῖα, τῶν δ᾽ τιμωρία βραδεῖα, οἷον οἱ συλῶντες τοὺς Καρχηδονίους. [19] καὶ τοὺς μὴ εὐλαβεῖς μηδὲ φυλακτικοὺς ἀλλὰ πιστευτικούς: ῥᾴδιον γὰρ πάντας λαθεῖν. καὶ τοὺς ῥαθύμους:
ἐπιμελοῦς γὰρ τὸ ἐπεξελθεῖν. καὶ τοὺς αἰσχυντηλούς: οὐ γὰρ μαχητικοὶ περὶ κέρδους. [20] καὶ τοὺς ὑπὸ πολλῶν ἀδικηθέντας καὶ μὴ ἐπεξελθόντας, ὡς ὄντας κατὰ τὴν παροιμίαν τούτους Μυσῶν λείαν. [21] καὶ τοὺς μηδεπώποτε καὶ τοὺς πολλάκις: ἀμφότεροι γὰρ ἀφύλακτοι, οἱ μὲν ὡς οὐδέποτε, οἱ δ᾽ ὡς οὐκ ἂν
ἔτι. [22] καὶ τοὺς διαβεβλημένους εὐδιαβόλους: οἱ τοιοῦτοι γὰρ οὔτε προαιροῦνται, φοβούμενοι τοὺς κριτάς, οὔτε δύνανται πείθειν, ὡς μισούμενοι καὶ φθονούμενοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: