previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀνάγκη δὴ ζηλωτικοὺς μὲν εἶναι τοὺς ἀξιοῦντας αὑτοὺς ἀγαθῶν ὧν μὴ ἔχουσιν, ἐνδεχομένων αὐτοῖς λαβεῖν: οὐδεὶς γὰρ ἀξιοῖ τὰ φαινόμενα ἀδύναταδιὸ οἱ νέοι καὶ οἱ μεγαλόψυχοι τοιοῦτοι). [2] καὶ οἷς ὑπάρχει τοιαῦτα ἀγαθὰ τῶν ἐντίμων ἄξιά ἐστιν ἀνδρῶν: ἔστι δὲ ταῦτα
πλοῦτος καὶ πολυφιλία καὶ ἀρχαὶ καὶ ὅσα τοιαῦτα: ὡς γὰρ προσῆκον αὐτοῖς ἀγαθοῖς εἶναι, οἷα προσήκει τοῖς ἀγαθῶς ἔχουσι, ζηλοῦσι τὰ τοιαῦτα τῶν ἀγαθῶν. καὶ οὓς οἱ ἄλλοι ἀξιοῦσιν. [3] καὶ ὧν πρόγονοι συγγενεῖς οἰκεῖοι τὸ ἔθνος πόλις ἔντιμοι, ζηλωτικοὶ περὶ ταῦτα: οἰκεῖα γὰρ οἴονται
αὑτοῖς εἶναι, καὶ ἄξιοι εἶναι τούτων. [4] εἰ δ᾽ ἐστὶν ζηλωτὰ τὰ ἔντιμα ἀγαθά, ἀνάγκη τάς τε ἀρετὰς εἶναι τοιαύτας, καὶ ὅσα τοῖς ἄλλοις ὠφέλιμα καὶ εὐεργετικάτιμῶσι γὰρ τοὺς εὐεργετοῦντας καὶ τοὺς ἀγαθούς), καὶ ὅσων ἀγαθῶν ἀπόλαυσις τοῖς πλησίον ἔστιν, οἷον πλοῦτος καὶ κάλλος μᾶλλον ὑγιείας. [5] φανερὸν
δὲ καὶ οἱ ζηλωτοὶ τίνες: οἱ γὰρ ταῦτα καὶ τὰ τοιαῦτα κεκτημένοι ζηλωτοί: ἔστι δὲ ταῦτα τὰ εἰρημένα, οἷον ἀνδρεία σοφία ἀρχήοἱ γὰρ ἄρχοντες πολλοὺς δύνανται εὖ ποιεῖν), στρατηγοί, ῥήτορες, πάντες οἱ τὰ τοιαῦτα δυνάμενοι. [6] καὶ οἷς πολλοὶ ὅμοιοι βούλονται εἶναι, πολλοὶ γνώριμοι, φίλοι
πολλοί, οὓς πολλοὶ θαυμάζουσιν, οὓς αὐτοὶ θαυμάζουσιν. [7] καὶ ὧν ἔπαινοι καὶ ἐγκώμια λέγονται ὑπὸ ποιητῶν ὑπὸ λογογράφων. καταφρονοῦσιν δὲ τῶν ἐναντίων: ἐναντίον γὰρ ζήλῳ καταφρόνησίς ἐστι, καὶ τῷ ζηλοῦν τὸ καταφρονεῖν. ἀνάγκη δὲ τοὺς οὕτως ἔχοντας ὥστε ζηλῶσαί τινας ζηλοῦσθαι
καταφρονητικοὺς εἶναι τούτων τε καὶ ἐπὶ τούτοις ὅσοι τὰ ἐναντία κακὰ ἔχουσι τῶν ἀγαθῶν τῶν ζηλωτῶν: διὸ πολλάκις καταφρονοῦσιν τῶν εὐτυχούντων, ὅταν ἄνευ τῶν ἐντίμων ἀγαθῶν ὑπάρχῃ αὐτοῖς τύχη.

δι᾽ ὧν μὲν οὖν τὰ πάθη ἐγγίγνεται καὶ διαλύεται, ἐξ ὧν αἱ
πίστεις γίγνονται περὶ αὐτῶν, εἴρηται. 12.

τὰ δὲ ἤθη ποῖοί τινες κατὰ τὰ πάθη καὶ τὰς ἕξεις καὶ τὰς ἡλικίας καὶ τὰς τύχας, διέλθωμεν μετὰ ταῦτα. [2] λέγω δὲ πάθη μὲν ὀργὴν ἐπιθυμίαν καὶ τὰ τοιαῦτα περὶ ὧν εἰρήκαμεν πρότερον, ἕξεις δὲ ἀρετὰς καὶ κακίας, εἴρηται δὲ περὶ τούτων
πρότερον, καὶ ποῖα προαιροῦνται ἕκαστοι, καὶ ποίων πρακτικοί ἡλικίαι δέ εἰσι νεότης καὶ ἀκμὴ καὶ γῆρας..

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: