previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


γὰρ ὅτι αὑτῶν ἕνεκα ὑπηρετοῦσιν ὑπηρέτησαντοῦτο δ᾽ οὐκ ἦν χάρις), ὅτι ἀπὸ τύχης συνέπεσεν συνηναγκάσθησαν, ὅτι ἀπέδωκαν ἀλλ᾽ οὐκ ἔδωκαν, εἴτε εἰδότες εἴτε μή: ἀμφοτέρως γὰρ τὸ ἀντί τινος, ὥστε οὐδ᾽
οὕτως ἂν εἴη χάρις. [6] καὶ περὶ ἁπάσας τὰς κατηγορίας σκεπτέον: γὰρ χάρις ἐστὶν ὅτι τοδὶ τοσόνδε τοιόνδε πότε ποῦ. σημεῖον δὲ εἰ ἔλαττον μὴ ὑπηρέτησαν, καὶ εἰ τοῖς ἐχθροῖς ταὐτὰ ἴσα μείζω: δῆλον γὰρ ὅτι οὐδὲ ταῦτα ἡμῶν ἕνεκα. εἰ φαῦλα εἰδώς: οὐδεὶς γὰρ ὁμολογεῖ
δεῖσθαι φαύλων. 8.

καὶ περὶ μὲν τοῦ χαρίζεσθαι καὶ ἀχαριστεῖν εἴρηται: ποῖα δ᾽ ἐλεεινὰ καὶ τίνας ἐλεοῦσι, καὶ πῶς αὐτοὶ ἔχοντες, λέγωμεν. [2] ἔστω δὴ ἔλεος λύπη τις ἐπὶ φαινομένῳ κακῷ φθαρτικῷ λυπηρῷ τοῦ ἀναξίου τυγχάνειν, κἂν αὐτὸς προσδοκήσειεν
ἂν παθεῖν τῶν αὑτοῦ τινα, καὶ τοῦτο ὅταν πλησίον φαίνηται: δῆλον γὰρ ὅτι ἀνάγκη τὸν μέλλοντα ἐλεήσειν ὑπάρχειν τοιοῦτον οἷον οἴεσθαι παθεῖν ἄν τι κακὸν αὐτὸν τῶν αὑτοῦ τινα, καὶ τοιοῦτο κακὸν οἷον εἴρηται ἐν τῷ ὅρῳ ὅμοιον παραπλήσιον: [3] διὸ οὔτε οἱ παντελῶς ἀπολωλότες
ἐλεοῦσινοὐδὲν γὰρ ἂν ἔτι παθεῖν οἴονται: πεπόνθασι γάρ), οὔτε οἱ ὑπερευδαιμονεῖν οἰόμενοι, ἀλλ᾽ ὑβρίζουσιν: εἰ γὰρ ἅπαντα οἴονται ὑπάρχειν τἀγαθά, δῆλον ὅτι καὶ τὸ μὴ ἐνδέχεσθαι παθεῖν μηδὲν κακόν: καὶ γὰρ τοῦτο τῶν ἀγαθῶν. [4] εἰσὶ δὲ τοιοῦτοι οἷοι νομίζειν παθεῖν ἄν, οἵ τε πεπονθότες ἤδη
καὶ διαπεφευγότες, καὶ οἱ πρεσβύτεροι καὶ διὰ τὸ φρονεῖν καὶ δι᾽ ἐμπειρίαν, καὶ οἱ ἀσθενεῖς, καὶ οἱ δειλότεροι μᾶλλον, καὶ οἱ πεπαιδευμένοι: εὐλόγιστοι γάρ. [5] καὶ οἷς ὑπάρχουσι γονεῖς τέκνα γυναῖκες: αὐτοῦ τε γὰρ ταῦτα, καὶ οἷα παθεῖν τὰ εἰρημένα. [6] καὶ οἱ μήτε ἐν ἀνδρείας πάθει ὄντες, οἷον ἐν ὀργῇ
θάρρειἀλόγιστα γὰρ τοῦ ἐσομένου ταῦτα), μήτε ἐν ὑβριστικῇ διαθέσεικαὶ γὰρ οὗτοι ἀλόγιστοι τοῦ πείσεσθαί τι), ἀλλ᾽ οἱ μεταξὺ τούτων, μήτ᾽ αὖ φοβούμενοι σφόδρα: οὐ γὰρ ἐλεοῦσιν οἱ ἐκπεπληγμένοι, διὰ τὸ εἶναι πρὸς τῷ οἰκείῳ πάθει. [7] κἂν οἴωνταί τινας εἶναι τῶν ἐπιεικῶν: γὰρ μηδένα οἰόμενος πάντας οἰήσεται ἀξίους εἶναι κακοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: