previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὰ μέγιστα τοσαῦτά ἐστιν: ἐξ ὧν δὲ δεῖ καὶ περὶ τούτων καὶ περὶ τῶν ἄλλων προτρέπειν ἀποτρέπειν λέγωμεν πάλιν. 5.

σχεδὸν δὲ καὶ ἰδίᾳ ἑκάστῳ καὶ κοινῇ πᾶσι σκοπός
τις ἔστιν οὗ στοχαζόμενοι καὶ αἱροῦνται καὶ φεύγουσιν: καὶ τοῦτ᾽ ἐστὶν ἐν κεφαλαίῳ εἰπεῖν τ᾽ εὐδαιμονία καὶ τὰ μόρια αὐτῆς: [2] ὥστε παραδείγματος χάριν λάβωμεν τί ἐστιν ὡς ἁπλῶς εἰπεῖν εὐδαιμονία, καὶ ἐκ τίνων τὰ μόρια ταύτης: περὶ γὰρ ταύτης καὶ τῶν εἰς ταύτην συντεινόντων
καὶ τῶν ἐναντίων ταύτῃ αἵ τε προτροπαὶ καὶ αἱ ἀποτροπαὶ πᾶσαί εἰσιν: τὰ μὲν γὰρ παρασκευάζοντα ταύτην τῶν μορίων τι, μεῖζον ἀντ᾽ ἐλάττονος ποιοῦντα, δεῖ πράττειν, τὰ δὲ φθείροντα ἐμποδίζοντα τὰ ἐναντία ποιοῦντα μὴ πράττειν. [3]

ἔστω δὴ εὐδαιμονία εὐπραξία μετ᾽ ἀρετῆς, αὐτάρκεια
ζωῆς, βίος μετὰ ἀσφαλείας ἥδιστος, εὐθενία κτημάτων καὶ σωμάτων μετὰ δυνάμεως φυλακτικῆς τε καὶ πρακτικῆς τούτων: σχεδὸν γὰρ τούτων ἓν πλείω τὴν εὐδαιμονίαν ὁμολογοῦσιν εἶναι ἅπαντες. [4]

εἰ δή ἐστιν εὐδαιμονία τοιοῦτον, ἀνάγκη αὐτῆς εἶναι μέρη
εὐγένειαν, πολυφιλίαν, χρηστοφιλίαν, πλοῦτον, εὐτεκνίαν, πολυτεκνίαν, εὐγηρίαν: ἔτι τὰς τοῦ σώματος ἀρετάςοἷον ὑγίειαν, κάλλος, ἰσχύν, μέγεθος, δύναμιν ἀγωνιστικήν), δόξαν, τιμήν, εὐτυχίαν, ἀρετήν καὶ τὰ μέρη αὐτῆς φρόνησιν, ἀνδρείαν, δικαιοσύνην, σωφροσύνην: οὕτω γὰρ ἂν αὐταρκέστατός τις
εἴη, εἰ ὑπάρχοι αὐτῷ τά τ᾽ ἐν αὐτῷ καὶ τὰ ἐκτὸς ἀγαθά: οὐ γὰρ ἔστιν ἄλλα παρὰ ταῦτα. ἔστι δ᾽ ἐν αὐτῷ μὲν τὰ περὶ ψυχὴν καὶ τὰ ἐν σώματι, ἔξω δὲ εὐγένεια καὶ φίλοι καὶ χρήματα καὶ τιμή, ἔτι δὲ προσήκειν οἰόμεθα δυνάμεις ὑπάρχειν καὶ τύχην: οὕτω γὰρ ἀσφαλέστατος βίος. λάβωμεν
τοίνυν ὁμοίως καὶ τούτων ἕκαστον τί ἐστιν. [5]

εὐγένεια μὲν οὖν ἐστιν ἔθνει μὲν καὶ πόλει τὸ αὐτόχθονας ἀρχαίους εἶναι, καὶ ἡγεμόνας τοὺς πρώτους ἐπιφανεῖς, καὶ πολλοὺς ἐπιφανεῖς γεγονέναι ἐξ αὐτῶν ἐπὶ τοῖς ζηλουμένοις: ἰδίᾳ δὲ εὐγένεια ἀπ᾽ ἀνδρῶν ἀπὸ
γυναικῶν, καὶ γνησιότης ἀπ᾽ ἀμφοῖν, καί, ὥσπερ ἐπὶ πόλεως, τὸ τούς τε πρώτους γνωρίμους ἐπ᾽ ἀρετῇ πλούτῳ ἄλλῳ τῳ τῶν τιμωμένων εἶναι, καὶ πολλοὺς ἐπιφανεῖς ἐκ τοῦ γένους καὶ ἄνδρας καὶ γυναῖκας καὶ νέους καὶ πρεσβυτέρους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: