previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πολλάκις γὰρ ἐν ταύταισγίγνεται τὸ νικᾶν), καὶ ἀστραγαλίσεις καὶ σφαιρίσεις καὶ κυβείας καὶ πεττείας. καὶ περὶ τὰς ἐσπουδασμένας δὲ παιδιὰς ὁμοίως: αἱ μὲν γὰρ ἡδεῖαι γίγνονται ἄν τις
συνήθης, αἱ δ᾽ εὐθὺς ἡδεῖαι, οἷον κυνηγία καὶ πᾶσα θηρευτική: ὅπου γὰρ ἅμιλλα, ἐνταῦθα καὶ νίκη ἔστιν: διὸ καὶ δικανικὴ καὶ ἐριστικὴ ἡδέα τοῖς εἰθισμένοις καὶ δυναμένοις. [16] καὶ τιμὴ καὶ εὐδοξία τῶν ἡδίστων διὰ τὸ γίγνεσθαι φαντασίαν ἑκάστῳ ὅτι τοιοῦτος οἷος σπουδαῖος,
καὶ μᾶλλον ὅταν φῶσιν οὓς οἴεται ἀληθεύειν. τοιοῦτοι δ᾽ οἱ ἐγγὺς μᾶλλον τῶν πόρρω, καὶ οἱ συνήθεις καὶ οἱ πολῖται τῶν ἄπωθεν, καὶ οἱ ὄντες τῶν μελλόντων, καὶ οἱ φρόνιμοι ἀφρόνων, καὶ πολλοὶ ὀλίγων: μᾶλλον γὰρ εἰκὸς ἀληθεύειν τοὺς εἰρημένους τῶν ἐναντίων: ἐπεὶ ὧν τις πολὺ
καταφρονεῖ, ὥσπερ παιδίων θηρίων, οὐδὲν μέλει τῆς τούτων τιμῆς τῆς δόξης αὐτῆς γε τῆς δόξης χάριν, ἀλλ᾽ εἴπερ, δι᾽ ἄλλο τι. [17] καὶ φίλος τῶν ἡδέων: τό τε γὰρ φιλεῖν ἡδύοὐδεὶς γὰρ φίλοινος μὴ χαίρων οἴνῳκαὶ τὸ φιλεῖσθαι ἡδύ: φαντασία γὰρ καὶ ἐνταῦθα τοῦ ὑπάρχειν
αὐτῷ τὸ ἀγαθὸν εἶναι, οὗ πάντες ἐπιθυμοῦσιν οἱ αἰσθανόμενοι: τὸ δὲ φιλεῖσθαι ἀγαπᾶσθαί ἐστιν αὐτὸν δι᾽ αὑτόν. [18] καὶ τὸ θαυμάζεσθαι ἡδὺ διὰ τὸ αὐτὸ τῷ τιμᾶσθαι. καὶ τὸ κολακεύεσθαι καὶ κόλαξ ἡδέα: φαινόμενος γὰρ θαυμαστὴς καὶ φαινόμενος φίλος κόλαξ ἐστίν. [19] καὶ τὸ ταὐτὰ πράττειν
πολλάκις ἡδύ: τὸ γὰρ σύνηθες ἡδὺ ἦν. [20] καὶ τὸ μεταβάλλειν ἡδύ: εἰς φύσιν γὰρ γίγνεται τὸ μεταβάλλειν: τὸ γὰρ αὐτὸ ἀεὶ ὑπερβολὴν ποιεῖ τῆς καθεστώσης ἕξεως, ὅθεν εἴρηταιμεταβολὴ πάντων γλυκύ.

Eur. Orest. 234 διὰ τοῦτο γὰρ καὶ τὰ διὰ χρόνου ἡδέα ἐστίν, καὶ ἄνθρωποι καὶ
πράγματα: μεταβολὴ γὰρ ἐκ τοῦ παρόντος ἐστίν, ἅμα δὲ καὶ σπάνιον τὸ διὰ χρόνου. [21] καὶ τὸ μανθάνειν καὶ τὸ θαυμάζειν ἡδὺ ὡς ἐπὶ τὸ πολύ: ἐν μὲν γὰρ τῷ θαυμάζειν τὸ ἐπιθυμεῖν μαθεῖν ἐστιν, ὥστε τὸ θαυμαστὸν ἐπιθυμητόν, ἐν δὲ τῷ μανθάνειν τὸ εἰς τὸ κατὰ φύσιν καθίστασθαι. [22] καὶ τὸ εὖ ποιεῖν καὶ τὸ
εὖ πάσχειν τῶν ἡδέων: τὸ μὲν γὰρ εὖ πάσχειν τυγχάνειν ὧν ἐπιθυμοῦσι,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: