previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κοινὸν ἁπάντων τῶν εἰδῶν ἐστιν. [9] ἄκος δ᾽ ἐπὶ πάσῃ ὑπερβολῇ τὸ θρυλούμενον: δεῖ γὰρ αὐτὸν αὑτῷ προσεπιπλήττειν: δοκεῖ γὰρ ἀληθὲς εἶναι, ἐπεὶ οὐ λανθάνει γε ποιεῖ τὸν λέγοντα. [10] ἔτι
τοῖς ἀνάλογον μὴ πᾶσιν ἅμα χρήσασθαιοὕτω γὰρ κλέπτεται ἀκροατής): λέγω δὲ οἷον ἐὰν τὰ ὀνόματα σκληρὰ , μὴ καὶ τῇ φωνῇ καὶ τῷ προσώπῳ καὶ τοῖς ἁρμόττουσιν: εἰ δὲ μή, φανερὸν γίνεται ἕκαστον ἐστιν. ἐὰν δὲ τὸ μὲν τὸ δὲ μή, λανθάνει ποιῶν τὸ αὐτό. ἐὰν οὖν τὰ μαλακὰ
σκληρῶς καὶ τὰ σκληρὰ μαλακῶς λέγηται, πιθανὸν γίγνεται. [11] τὰ δὲ ὀνόματα τὰ διπλᾶ καὶ τὰ ἐπίθετα πλείω καὶ τὰ ξένα μάλιστα ἁρμόττει λέγοντι παθητικῶς: συγγνώμη γὰρ ὀργιζομένῳ κακὸν φάναι οὐρανόμηκες, πελώριον εἰπεῖν, καὶ ὅταν ἔχῃ ἤδη τοὺς ἀκροατὰς καὶ ποιήσῃ ἐνθουσιάσαι ἐπαίνοις
ψόγοις ὀργῇ φιλίᾳ, οἷον καὶ Ἰσοκράτης ποιεῖ ἐν τῷ Πανηγυρικῷ ἐπὶ τέλειφήμην δὲ καὶ μνήμηνκαὶοἵτινες ἔτλησαν”: φθέγγονται γὰρ τὰ τοιαῦτα ἐνθουσιάζοντες, ὥστε καὶ ἀποδέχονται δηλονότι ὁμοίως ἔχοντες. διὸ καὶ τῇ ποιήσει ἥρμοσεν: ἔνθεον γὰρ ποίησις. δὴ οὕτως δεῖ,
μετ᾽ εἰρωνείας, ὥσπερ Γοργίας ἐποίει καὶ τὰ ἐν τῷ Φαίδρῳ. 8.

τὸ δὲ σχῆμα τῆς λέξεως δεῖ μήτε ἔμμετρον εἶναι μήτε ἄρρυθμον: τὸ μὲν γὰρ ἀπίθανονπεπλάσθαι γὰρ δοκεῖ), καὶ ἅμα καὶ ἐξίστησι: προσέχειν γὰρ ποιεῖ τῷ ὁμοίῳ, πότε πάλιν ἥξει: ὥσπερ οὖν τῶν κηρύκων προλαμβάνουσι τὰ
παιδία τὸτίνα αἱρεῖται ἐπίτροπον ἀπελευθερούμενος;” “Κλέωνα”: [2] τὸ δὲ ἄρρυθμον ἀπέραντον, δεῖ δὲ πεπεράνθαι μέν, μὴ μέτρῳ δέ: ἀηδὲς γὰρ καὶ ἄγνωστον τὸ ἄπειρον. περαίνεται δὲ ἀριθμῷ πάντα: δὲ τοῦ σχήματος τῆς λέξεως ἀριθμὸς ῥυθμός ἐστιν, οὗ καὶ τὰ μέτρα τμήματα: [3]
διὸ ῥυθμὸν δεῖ ἔχειν τὸν λόγον, μέτρον δὲ μή: ποίημα γὰρ ἔσται. ῥυθμὸν δὲ μὴ ἀκριβῶς: τοῦτο δὲ ἔσται ἐὰν μέχρι του . [4] τῶν δὲ ῥυθμῶν μὲν ἡρῷος σεμνῆς ἀλλ᾽ οὐ λεκτικῆς ἁρμονίας δεόμενος, δ᾽ ἴαμβος αὐτή ἐστιν λέξις τῶν πολλῶνδιὸ μάλιστα πάντων τῶν μέτρων
ἰαμβεῖα φθέγγονται λέγοντες), δεῖ δὲ σεμνότητα γενέσθαι καὶ ἐκστῆσαι. δὲ τροχαῖος κορδακικώτερος: δηλοῖ δὲ τὰ τετράμετρα:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: