previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


2.

ἔστω οὖν ἐκεῖνα τεθεωρημένα καὶ ὡρίσθω λέξεως ἀρετὴ σαφῆ εἶναισημεῖον γάρ τι λόγος ὤν, ἐὰν μὴ δηλοῖ οὐ ποιήσει τὸ ἑαυτοῦ ἔργον), καὶ μήτε ταπεινὴν μήτε ὑπὲρ τὸ ἀξίωμα, ἀλλὰ πρέπουσαν: γὰρ ποιητικὴ ἴσως οὐ ταπεινή,
ἀλλ᾽ οὐ πρέπουσα λόγῳ. [2] τῶν δ᾽ ὀνομάτων καὶ ῥημάτων σαφῆ μὲν ποιεῖ τὰ κύρια, μὴ ταπεινὴν δὲ ἀλλὰ κεκοσμημένην τἆλλα ὀνόματα ὅσα εἴρηται ἐν τοῖς περὶ ποιητικῆς: τὸ γὰρ ἐξαλλάξαι ποιεῖ φαίνεσθαι σεμνοτέραν: ὥσπερ γὰρ πρὸς τοὺς ξένους οἱ ἄνθρωποι καὶ πρὸς τοὺς πολίτας,
τὸ αὐτὸ πάσχουσιν καὶ πρὸς τὴν λέξιν: [3] διὸ δεῖ ποιεῖν ξένην τὴν διάλεκτον: θαυμασταὶ γὰρ τῶν ἀπόντων εἰσίν, ἡδὺ δὲ τὸ θαυμαστόν ἐστιν. ἐπὶ μὲν οὖν τῶν μέτρων πολλά τε ποιεῖται οὕτω καὶ ἁρμόττει ἐκεῖπλέον γὰρ ἐξέστηκεν περὶ καὶ περὶ οὓς λόγος), ἐν δὲ τοῖς ψιλοῖς λόγοις πολλῷ ἐλάττω:
γὰρ ὑπόθεσις ἐλάττων, ἐπεὶ καὶ ἐνταῦθα, εἰ δοῦλος καλλιεποῖτο λίαν νέος, ἀπρεπέστερον, περὶ λίαν μικρῶν: ἀλλ᾽ ἔστι καὶ ἐν τούτοις ἐπισυστελλόμενον καὶ αὐξανόμενον τὸ πρέπον: [4] διὸ δεῖ λανθάνειν ποιοῦντας, καὶ μὴ δοκεῖν λέγειν πεπλασμένως ἀλλὰ πεφυκότωςτοῦτο γὰρ πιθανόν,
ἐκεῖνο δὲ τοὐναντίον: ὡς γὰρ πρὸς ἐπιβουλεύοντα διαβάλλονται, καθάπερ πρὸς τοὺς οἴνους τοὺς μεμιγμένους), καὶ οἷον Θεοδώρου φωνὴ πέπονθε πρὸς τὴν τῶν ἄλλων ὑποκριτῶν: μὲν γὰρ τοῦ λέγοντος ἔοικεν εἶναι, αἱ δ᾽ ἀλλότριαι. [5] κλέπτεται δ᾽ εὖ, ἐάν τις ἐκ τῆς εἰωθυίας διαλέκτου
ἐκλέγων συντιθῇ: ὅπερ Εὐριπίδης ποιεῖ καὶ ὑπέδειξε πρῶτος.

ὄντων δ᾽ ὀνομάτων καὶ ῥημάτων ἐξ ὧν λόγος συνέστηκεν, τῶν δὲ ὀνομάτων τοσαῦτ᾽ ἐχόντων εἴδη ὅσα τεθεώρηται ἐν τοῖς περὶ ποιήσεως, τούτων γλώτταις μὲν καὶ διπλοῖς ὀνόμασι καὶ πεποιημένοις ὀλιγάκις καὶ ὀλιγαχοῦ
χρηστέονὅπου δέ, ὕστερον ἐροῦμεν, τό τε διὰ τί εἴρηται: [6] ἐπὶ τὸ μεῖζον γὰρ ἐξαλλάττει τοῦ πρέποντος), τὸ δὲ κύριον καὶ τὸ οἰκεῖον καὶ μεταφορὰ μόνα χρήσιμα πρὸς τὴν τῶν ψιλῶν λόγων λέξιν. σημεῖον δ᾽ ὅτι τούτοις μόνοις πάντες χρῶνται: πάντες γὰρ μεταφοραῖς διαλέγονται καὶ τοῖς οἰκείοις
καὶ τοῖς κυρίοις, ὥστε δῆλον ὡς ἂν εὖ ποιῇ τις, ἔσται τε ξενικὸν καὶ λανθάνειν ἐνδέξεται καὶ σαφηνιεῖ: αὕτη δ᾽ ἦν τοῦ ῥητορικοῦ λόγου ἀρετή. [7] τῶν δ᾽ ὀνομάτων τῷ μὲν σοφιστῇ ὁμωνυμίαι χρήσιμοιπαρὰ ταύτας γὰρ κακουργεῖ), τῷ ποιητῇ δὲ συνωνυμίαι,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: