previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὡς αἰσχρὸν ὂν τἀναντία εἰπεῖν, καὶ περὶ τῆς Ἑλένης ὡς Ἰσοκράτης ἔγραψεν ὅτι σπουδαία, εἴπερ Θησεὺς ἔκρινεν, καὶ περὶ Ἀλεξάνδρου, ὅτι αἱ θεαὶ προέκριναν, καὶ περὶ Εὐαγόρου, ὅτι σπουδαῖος, ὥσπερ Ἰσοκράτης φησίν:
Κόνων γοῦν δυστυχήσας, πάντας τοὺς ἄλλους παραλιπών, ὡς Εὐαγόραν ἦλθεν”. [13]

ἄλλος ἐκ τῶν μερῶν, ὥσπερ ἐν τοῖς Τοπικοῖς ποία κίνησις ψυχή: ἥδε γὰρ ἥδε. παράδειγμα ἐκ τοῦ Σωκράτους τοῦ Θεοδέκτου: “εἰς ποῖον ἱερὸν ἠσέβηκεν; τίνας θεῶν οὐ
τετίμηκεν ὧν πόλις νομίζει;” [14]

ἄλλος, ἐπειδὴ ἐπὶ τῶν πλείστων συμβαίνει ὥστε ἕπεσθαί τι τῷ αὐτῷ ἀγαθὸν καὶ κακόν, ἐκ τοῦ ἀκολουθοῦντος προτρέπειν ἀποτρέπειν, καὶ κατηγορεῖν ἀπολογεῖσθαι, καὶ ἐπαινεῖν ψέγειν, οἷοντῇ παιδεύσει τὸ φθονεῖσθαι ἀκολουθεῖ
κακὸν ὄν, τὸ δὲ σοφὸν εἶναι ἀγαθόν: οὐ τοίνυν δεῖ παιδεύεσθαι, φθονεῖσθαι γὰρ οὐ δεῖ: δεῖ μὲν οὖν παιδεύεσθαι, σοφὸν γὰρ εἶναι δεῖ”. τόπος οὗτός ἐστιν Καλλίππου τέχνη, προσλαβοῦσα τὸ δυνατὸν καὶ τἆλλα ὡς εἴρηται. [15]

ἄλλος, ὅταν περὶ δυοῖν καὶ ἀντικειμένοιν προτρέπειν
ἀποτρέπειν δέῃ, καὶ τῷ πρότερον εἰρημένῳ τρόπῳ ἐπ᾽ ἀμφοῖν χρῆσθαι. διαφέρει δέ, ὅτι ἐκεῖ μὲν τὰ τυχόντα ἀντιτίθεται, ἐνταῦθα δὲ τἀναντία: οἷον ἱέρεια οὐκ εἴα τὸν υἱὸν δημηγορεῖν: “ἐὰν μὲν γάρ”, ἔφη, “τὰ δίκαια λέγῃς, οἱ ἄνθρωποί σε μισήσουσιν, ἐὰν δὲ τὰ ἄδικα, οἱ θεοί: δεῖ μὲν
οὖν δημηγορεῖν: ἐὰν μὲν γὰρ τὰ δίκαια λέγῃς, οἱ θεοί σε φιλήσουσιν, ἐὰν δὲ τὰ ἄδικα, οἱ ἄνθρωποι”. τοῦτο δ᾽ ἐστὶ ταὐτὸ τῷ λεγομένῳ, τὸ ἕλος πρίασθαι καὶ τοὺς ἅλας: καὶ βλαίσωσις τοῦτο ἐστίν, ὅταν δυοῖν ἐναντίοιν ἑκατέρῳ ἀγαθὸν καὶ κακὸν ἕπηται, ἐναντία ἑκάτερα ἑκατέροις.
[16]

ἄλλος, ἐπειδὴ οὐ ταὐτὰ φανερῶς ἐπαινοῦσι καὶ ἀφανῶς, ἀλλὰ φανερῶς μὲν τὰ δίκαια καὶ τὰ καλὰ ἐπαινοῦσι μάλιστα, ἰδίᾳ δὲ τὰ συμφέροντα μᾶλλον βούλονται, ἐκ τούτων πειρᾶσθαι συνάγειν θάτερον: τῶν γὰρ παραδόξων οὗτος τόπος κυριώτατός ἐστιν.
[17]

ἄλλος ἐκ τοῦ ἀνάλογον ταῦτα συμβαίνειν, οἷον Ἰφικράτης, τὸν υἱὸν αὐτοῦ, νεώτερον ὄντα τῆς ἡλικίας, ὅτι μέγας ἦν λειτουργεῖν ἀναγκαζόντων, εἶπεν ὅτι εἰ τοὺς μεγάλους τῶν παίδων ἄνδρας νομίζουσι, τοὺς μικροὺς τῶν ἀνδρῶν παῖδας εἶναι ψηφιοῦνται,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: