previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ ἀρετὴ ὑβριζομένη δύναμιν ἔχουσαδῆλον γὰρ ὅτι προαιρεῖται μὲν ὅταν ὑβρίζηται, ἀεί, δύναται δὲ νῦν), [6] καὶ φόβος τῶν δυναμένων τι ποιῆσαι: ἐν παρασκευῇ γὰρ ἀνάγκη εἶναι καὶ τὸν τοιοῦτον: [7] ἐπεὶ δ᾽ οἱ πολλοὶ χείρους καὶ ἥττους τοῦ
κερδαίνειν καὶ δειλοὶ ἐν τοῖς κινδύνοις, φοβερὸν ὡς ἐπὶ τὸ πολὺ τὸ ἐπ᾽ ἄλλῳ αὐτὸν εἶναι, ὥστε οἱ συνειδότες πεποιηκότι τι δεινὸν φοβεροὶ κατειπεῖν ἐγκαταλιπεῖν. [8] καὶ οἱ δυνάμενοι ἀδικεῖν τοῖς δυναμένοις ἀδικεῖσθαι: ὡς γὰρ ἐπὶ τὸ πολὺ ἀδικοῦσιν οἱ ἄνθρωποι ὅταν δύνωνται. καὶ οἱ ἠδικημένοι
νομίζοντες ἀδικεῖσθαι: ἀεὶ γὰρ τηροῦσι καιρόν. καὶ οἱ ἠδικηκότες, ἂν δύναμιν ἔχωσι, φοβεροί, δεδιότες τὸ ἀντιπαθεῖν: [9] ὑπέκειτο γὰρ τὸ τοιοῦτο φοβερόν. καὶ οἱ τῶν αὐτῶν ἀνταγωνισταί, ὅσα μὴ ἐνδέχεται ἅμα ὑπάρχειν ἀμφοῖν: ἀεὶ γὰρ πολεμοῦσι πρὸς τοὺς τοιούτους. [10] καὶ οἱ τοῖς κρείττοσιν αὐτῶν
φοβεροί: μᾶλλον γὰρ ἂν δύναιντο βλάπτειν αὐτούς, εἰ καὶ τοὺς κρείττους. καὶ οὓς φοβοῦνται οἱ κρείττους αὐτῶν, διὰ ταὐτό. [11] καὶ οἱ τοὺς κρείττους αὐτῶν ἀνῃρηκότες, καὶ οἱ τοῖς ἥττοσιν αὐτῶν ἐπιτιθέμενοι: γὰρ ἤδη φοβεροὶ αὐξηθέντες. καὶ τῶν ἠδικημένων καὶ ἐχθρῶν ἀντιπάλων οὐχ οἱ ὀξύθυμοι καὶ
παρρησιαστικοί, ἀλλὰ οἱ πρᾶοι καὶ εἴρωνες καὶ πανοῦργοι: ἄδηλοι γὰρ εἰ ἐγγύς, ὥστε οὐδέποτε φανεροὶ ὅτι πόρρω. [12] πάντα δὲ τὰ φοβερὰ φοβερώτερα ὅσα ἁμαρτάνουσιν ἐπανορθώσασθαι μὴ ἐνδέχεται, ἀλλ᾽ ὅλως ἀδύνατα, μὴ ἐπ᾽ αὐτοῖς ἀλλ᾽ ἐπὶ τοῖς ἐναντίοις. καὶ ὧν βοήθειαι μή εἰσιν μὴ ῥᾴδιαι. ὡς δ᾽
ἁπλῶς εἰπεῖν, φοβερά ἐστιν ὅσα ἐφ᾽ ἑτέρων γιγνόμενα μέλλοντα ἐλεεινά ἐστιν.

τὰ μὲν οὖν φοβερὰ καὶ φοβοῦνται σχεδὸν ὡς εἰπεῖν τὰ μέγιστα ταῦτ᾽ ἐστίν, ὡς δὲ διακείμενοι αὐτοὶ φοβοῦνται, νῦν λέγωμεν. [13] εἰ δή ἐστιν φόβος μετὰ προσδοκίας τινὸς τοῦ πείσεσθαί
τι φθαρτικὸν πάθος, φανερὸν ὅτι οὐδεὶς φοβεῖται τῶν οἰομένων μηδὲν ἂν παθεῖν, οὐδὲ ταῦτα μὴ οἴονται ἂν παθεῖν οὐδὲ τούτους ὑφ᾽ ὧν μὴ οἴονται, οὐδὲ τότε ὅτε μὴ οἴονται. ἀνάγκη τοίνυν φοβεῖσθαι τοὺς οἰομένους τι παθεῖν ἄν, καὶ τοὺς ὑπὸ τούτων καὶ ταῦτα καὶ τότε. [14] οὐκ οἴονται δὲ παθεῖν ἂν οὔτε οἱ ἐν εὐτυχίαις μεγάλαις ὄντες καὶ δοκοῦντες

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: