previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔτι δὲ ἄλλον τρόπον καθόλου περὶ ἁπάντων λάβωμεν, καὶ λέγωμεν παρασημαινόμενοι τοὺς ἐλεγκτικοὺς καὶ τοὺς ἀποδεικτικούς, καὶ τοὺς τῶν φαινομένων ἐνθυμημάτων, οὐκ ὄντων δὲ ἐνθυμημάτων, ἐπεί περ οὐδὲ συλλογισμῶν. δηλωθέντων δὲ
τούτων περὶ τῶν λύσεων καὶ ἐνστάσεων διορίσωμεν, πόθεν δεῖ πρὸς τὰ ἐνθυμήματα φέρειν. 23.

ἔστι δὲ εἷς μὲν τόπος τῶν δεικτικῶν ἐκ τῶν ἐναντίων: δεῖ γὰρ σκοπεῖν εἰ τῷ ἐναντίῳ τὸ ἐναντίον ὑπάρχει, ἀναιροῦντα μὲν εἰ μὴ ὑπάρχει, κατασκευάζοντα δὲ εἰ ὑπάρχει,
οἷον ὅτι τὸ σωφρονεῖν ἀγαθόν: τὸ γὰρ ἀκολασταίνειν βλαβερόν. ὡς ἐν τῷ Μεσσηνιακῷ: “εἰ γὰρ πόλεμος αἴτιος τῶν παρόντων κακῶν, μετὰ τῆς εἰρήνης δεῖ ἐπανορθώσασθαι”. “εἴ περ γὰρ οὐδὲ τοῖς κακῶς δεδρακόσιν
ἀκουσίως δίκαιον εἰς ὀργὴν πεσεῖν
οὐδ᾽ ἂν ἀναγκασθείς τις εὖ δράσῃ τινά,
προσῆκον εἶναι τῷδ᾽ ὀφείλεσθαι χάριν.

” “ἀλλ᾽ εἴ περ ἔστιν ἐν βροτοῖς ψευδηγορεῖν
πιθανά, νομίζειν χρή σε καὶ τοὐναντίον,
ἄπιστ᾽ ἀληθῆ πολλὰ συμβαίνειν βροτοῖς.

Eur. fr. 396
[2]

ἄλλος ἐκ τῶν ὁμοίων πτώσεων: ὁμοίως γὰρ δεῖ ὑπάρχειν μὴ ὑπάρχειν, οἷον ὅτι τὸ δίκαιον οὐ πᾶν ἀγαθόν: καὶ γὰρ ἂν τὸ δικαίως, νῦν δ᾽ οὐχ αἱρετὸν τὸ δικαίως ἀποθανεῖν. [3]

ἄλλος ἐκ τῶν πρὸς ἄλληλα: εἰ γὰρ θατέρῳ ὑπάρχει τὸ καλῶς δικαίως ποιῆσαι, θατέρῳ τὸ πεπονθέναι, καὶ εἰ τὸ
κελεῦσαι, καὶ τὸ πεποιηκέναι, οἷον ὡς τελώνης Διομέδων περὶ τῶν τελῶν, “εἰ γὰρ μηδ᾽ ὑμῖν αἰσχρὸν τὸ πωλεῖν, οὐδ᾽ ἡμῖν τὸ ὠνεῖσθαι”. καὶ εἰ τῷ πεπονθότι τὸ καλῶς δικαίως ὑπάρχει, καὶ τῷ ποιήσαντι. ἔστι δ᾽ ἐν τούτῳ παραλογίσασθαι: εἰ γὰρ δικαίως ἔπαθέν τι, δικαίως πέπονθεν, ἀλλ᾽ ἴσως οὐχ
ὑπὸ σοῦ: διὸ δεῖ σκοπεῖν χωρὶς εἰ ἄξιος παθὼν παθεῖν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: