previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


προσέχουσι γὰρ μᾶλλον τούτοις. προσεκτικοὶ δὲ τοῖς μεγάλοις, τοῖς ἰδίοις, τοῖς θαυμαστοῖς, τοῖς ἡδέσιν: διὸ δεῖ ἐμποιεῖν ὡς περὶ τοιούτων λόγος: ἐὰν δὲ μὴ προσεκτικούς, ὅτι μικρόν, ὅτι οὐδὲν πρὸς ἐκείνους, ὅτι λυπηρόν. [8] δεῖ δὲ μὴ λανθάνειν
ὅτι πάντα ἔξω τοῦ λόγου τὰ τοιαῦτα: πρὸς φαῦλον γὰρ ἀκροατὴν καὶ τὰ ἔξω τοῦ πράγματος ἀκούοντα: ἐπεὶ ἂν μὴ τοιοῦτος , οὐθὲν δεῖ προοιμίου, ἀλλ᾽ ὅσον τὸ πρᾶγμα εἰπεῖν κεφαλαιωδῶς, ἵνα ἔχῃ ὥσπερ σῶμα κεφαλήν. [9] ἔτι τὸ προσεκτικοὺς ποιεῖν πάντων τῶν μερῶν
κοινόν, ἐὰν δέῃ: πανταχοῦ γὰρ ἀνιᾶσι μᾶλλον ἀρχόμενοι: διὸ γελοῖον ἐν ἀρχῇ τάττειν, ὅτε μάλιστα πάντες προσέχοντες ἀκροῶνται: ὥστε ὅπου ἂν καιρός, λεκτέονκαί μοι προσέχετε τὸν νοῦν: οὐθὲν γὰρ μᾶλλον ἐμὸν ὑμέτερον”, καὶἐρῶ γὰρ ὑμῖν οἷον οὐδεπώποτε ἀκηκόατε δεινὸν
οὕτω θαυμαστόν”. τοῦτο δ᾽ ἐστίν, ὥσπερ ἔφη Πρόδικος, ὅτε νυστάζοιεν οἱ ἀκροαταί, παρεμβάλλειν τι τῆς πεντηκονταδράχμου αὐτοῖς. [10] ὅτι δὲ πρὸς τὸν ἀκροατὴν οὐχ ᾗπερ ἀκροατής, δῆλον: πάντες γὰρ διαβάλλουσιν φόβους ἀπολύονται ἐν τοῖς προοιμίοις:
ἄναξ, ἐρῶ μὲν οὐχ ὅπως σπουδῆς ὕπο,

Soph. Ant. 223τί φροιμιάζῃ;,

Eur. IT 1162 καὶ οἱ πονηρὸν τὸ πρᾶγμα ἔχοντες δοκοῦντες: πανταχοῦ γὰρ βέλτιον διατρίβειν ἐν τῷ πράγματι, διὸ οἱ δοῦλοι οὐ τὰ ἐρωτώμενα λέγουσιν ἀλλὰ τὰ κύκλῳ, καὶ προοιμιάζονται. [11]
πόθεν δ᾽ εὔνους δεῖ ποιεῖν, εἴρηται, καὶ τῶν ἄλλων ἕκαστον τῶν τοιούτων. ἐπεὶ δ᾽ εὖ λέγεταιδός μ᾽ ἐς Φαίηκας φίλον ἐλθεῖν ἠδ᾽ ἐλεεινόν,

Hom. Od. 7.327 τούτων δεῖ δύο στοχάζεσθαι. ἐν δὲ τοῖς ἐπιδεικτικοῖς οἴεσθαι δεῖ ποιεῖν συνεπαινεῖσθαι τὸν ἀκροατήν, αὐτὸν
γένος ἐπιτηδεύματ᾽ αὐτοῦ ἄλλως γέ πως: γὰρ λέγει Σωκράτης ἐν τῷ ἐπιταφίῳ, ἀληθές, ὅτι οὐ χαλεπὸν Ἀθηναίους ἐν Ἀθηναίοις ἐπαινεῖν, ἀλλ᾽ ἐν Λακεδαιμονίοις. [12]

τὰ δὲ τοῦ δημηγορικοῦ ἐκ τῶν τοῦ δικανικοῦ λόγου ἐστίν, φύσει δὲ ἥκιστα ἔχει: καὶ γὰρ καὶ περὶ οὗ ἴσασιν,
καὶ οὐδὲν δεῖται τὸ πρᾶγμα προοιμίου, ἀλλ᾽ δι᾽ αὐτὸν τοὺς ἀντιλέγοντας, ἐὰν μὴ ἡλίκον βούλει ὑπολαμβάνωσιν, ἀλλ᾽ μεῖζον ἔλαττον, διὸ διαβάλλειν ἀπολύεσθαι ἀνάγκη, καὶ αὐξῆσαι μειῶσαι. τούτων δὲ ἕνεκα προοιμίου δεῖται, κόσμου χάριν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: