previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εἰ συμφέροντα ἔπραξεν βλαβερά, ἀλλὰ καὶ ἐν ἐπαίνῳ πολλάκις τιθέασιν ὅτι ὀλιγωρήσας τοῦ αὑτῷ λυσιτελοῦντος ἔπραξεν τι καλόν, οἷον Ἀχιλλέα ἐπαινοῦσιν ὅτι ἐβοήθησε τῷ ἑταίρῳ Πατρόκλῳ εἰδὼς ὅτι δεῖ αὐτὸν ἀποθανεῖν ἐξὸν ζῆν.
τούτῳ δὲ μὲν τοιοῦτος θάνατος κάλλιον, τὸ δὲ ζῆν συμφέρον. [7]

φανερὸν δὲ ἐκ τῶν εἰρημένων ὅτι ἀνάγκη περὶ τούτων ἔχειν πρῶτον τὰς προτάσεις: τὰ γὰρ τεκμήρια καὶ τὰ εἰκότα καὶ τὰ σημεῖα προτάσεις εἰσὶν ῥητορικαί: ὅλως μὲν γὰρ συλλογισμὸς ἐκ προτάσεών ἐστιν, τὸ δ᾽ ἐνθύμημα
συλλογισμός ἐστι συνεστηκὼς ἐκ τῶν εἰρημένων προτάσεων. [8]

ἐπεὶ δὲ οὔτε πραχθῆναι οἷόν τε οὔτε πεπρᾶχθαι τὰ ἀδύνατα ἀλλὰ τὰ δυνατά, οὐδὲ τὰ μὴ γενόμενα μὴ ἐσόμενα οὐχ οἷόν τε τὰ μὲν πεπρᾶχθαι, τὰ δὲ πραχθήσεσθαι, ἀναγκαῖον καὶ τῷ συμβουλεύοντι καὶ τῷ δικαζομένῳ καὶ
τῷ ἐπιδεικτικῷ ἔχειν προτάσεις περὶ δυνατοῦ καὶ ἀδυνάτου, καὶ εἰ γέγονεν μή, καὶ εἰ ἔσται μή. [9] ἔτι δὲ ἐπεὶ ἅπαντες, καὶ ἐπαινοῦντες καὶ ψέγοντες, καὶ προτρέποντες καὶ ἀποτρέποντες, καὶ κατηγοροῦντες καὶ ἀπολογούμενοι, οὐ μόνον τὰ εἰρημένα δεικνύναι πειρῶνται, ἀλλὰ καὶ ὅτι μέγα
μικρὸν τὸ ἀγαθὸν τὸ κακόν, τὸ καλὸν τὸ αἰσχρόν, τὸ δίκαιον τὸ ἄδικον, καθ᾽ αὑτὰ λέγοντες πρὸς ἄλληλα ἀντιπαραβάλλοντες, δῆλον ὅτι δέοι ἂν καὶ περὶ μεγέθους καὶ μικρότητος καὶ τοῦ μείζονος καὶ τοῦ ἐλάττονος προτάσεις ἔχειν, καὶ καθόλου καὶ περὶ ἑκάστου, οἷον τί μεῖζον
ἀγαθὸν ἔλαττον ἀδίκημα δικαίωμα: ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων.

περὶ ὧν μὲν οὖν ἐξ ἀνάγκης δεῖ λαβεῖν τὰς προτάσεις, εἴρηται: μετὰ δὲ ταῦτα διαιρετέον ἰδίᾳ περὶ ἑκάστου τούτων, οἷον περὶ ὧν συμβουλὴ καὶ περὶ ὧν οἱ ἐπιδεικτικοὶ λόγοι, τρίτον δὲ περὶ ὧν αἱ δίκαι.
4.

πρῶτον μὲν οὖν ληπτέον περὶ ποῖα ἀγαθὰ κακὰ συμβουλεύων συμβουλεύει, ἐπειδὴ οὐ περὶ ἅπαντα ἀλλ᾽ ὅσα ἐνδέχεται καὶ γενέσθαι καὶ μή, [2] ὅσα δὲ ἐξ ἀνάγκης ἔστιν ἔσται, ἀδύνατον εἶναι γενέσθαι, περὶ δὲ τούτων οὐκ ἔστι συμβουλή. [3] οὐδὲ δὴ περὶ τῶν ἐνδεχομένων ἁπάντων:
ἔστιν γὰρ καὶ φύσει ἔνια καὶ ἀπὸ τύχης γινόμενα ἀγαθὰ τῶν ἐνδεχομένων καὶ γίγνεσθαι καὶ μή, περὶ ὧν οὐδὲν πρὸ ἔργου τὸ συμβουλεύειν: ἀλλὰ δῆλον ὅτι περὶ ὅσων ἐστὶν τὸ βουλεύεσθαι. τοιαῦτα δ᾽ ἐστὶν ὅσα πέφυκεν ἀνάγεσθαι εἰς ἡμᾶς, καὶ ὧν ἀρχὴ τῆς γενέσεως ἐφ᾽ ἡμῖν ἐστιν:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: