previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


γὰρ ὑπερέχει τὸ μεῖζον τοῦ ἐλάττονος, τούτῳ γίνεται τοῦ μὲν λῆψις τοῦ δ᾽ ἀποβολή. [6] καὶ τὰς ἀρετὰς δὲ ἀνάγκη ἀγαθὸν εἶναικατὰ γὰρ ταύτας εὖ τε διάκεινται οἱ ἔχοντες, καὶ ποιητικαὶ τῶν ἀγαθῶν εἰσι καὶ πρακτικαί: [7]
περὶ ἑκάστης δὲ καὶ τίς καὶ ποία χωρὶς ῥητέον), καὶ τὴν ἡδονὴν ἀγαθὸν εἶναι: πάντα γὰρ ἐφίεται τὰ ζῷα αὐτῆς τῇ φύσει: ὥστε καὶ τὰ ἡδέα καὶ τὰ καλὰ ἀνάγκη ἀγαθὰ εἶναι: τὰ μὲν γὰρ ἡδονῆς ποιητικά, τῶν δὲ καλῶν τὰ μὲν ἡδέα τὰ δὲ αὐτὰ καθ᾽ ἑαυτὰ αἱρετά ἐστιν.
[8]

ὡς δὲ καθ᾽ ἓν εἰπεῖν, ἀνάγκη ἀγαθὰ εἶναι τάδε. εὐδαιμονία: καὶ γὰρ καθ᾽ αὑτὸ αἱρετὸν καὶ αὔταρκες, καὶ ἕνεκα αὐτῆς τἆλλα αἱρούμεθα. [9] δικαιοσύνη, ἀνδρεία, σωφροσύνη, μεγαλοψυχία, μεγαλοπρέπεια, καὶ αἱ ἄλλαι αἱ τοιαῦται ἕξεις: ἀρεταὶ γὰρ ψυχῆς. [10] καὶ ὑγίεια καὶ κάλλος καὶ τὰ τοιαῦτα:
ἀρεταὶ γὰρ σώματος καὶ ποιητικὰ πολλῶν, οἷον ὑγίεια καὶ ἡδονῆς καὶ τοῦ ζῆν, διὸ καὶ ἄριστον δοκεῖ εἶναι, ὅτι δύο τῶν τοῖς πολλοῖς τιμιωτάτων αἴτιόν ἐστιν, ἡδονῆς καὶ τοῦ ζῆν. [11] πλοῦτος: ἀρετὴ γὰρ κτήσεως καὶ ποιητικὸν πολλῶν. [12] φίλος καὶ φιλία: καὶ γὰρ καθ᾽ αὑτὸν αἱρετὸς
φίλος καὶ ποιητικὸς πολλῶν. [13] τιμή, δόξα: καὶ γὰρ ἡδέα καὶ ποιητικὰ πολλῶν, καὶ ἀκολουθεῖ αὐταῖς ὡς ἐπὶ τὸ πολὺ τὸ ὑπάρχειν ἐφ᾽ οἷς τιμῶνται. [14] δύναμις τοῦ λέγειν, τοῦ πράττειν: ποιητικὰ γὰρ πάντα τὰ τοιαῦτα ἀγαθῶν. [15] ἔτι εὐφυΐα, μνήμη, εὐμάθεια, ἀγχίνοια, πάντα τὰ τοιαῦτα:
ποιητικαὶ γὰρ αὗται ἀγαθῶν αἱ δυνάμεις εἰσίν. ὁμοίως δὲ καὶ αἱ ἐπιστῆμαι πᾶσαι καὶ αἱ τέχναι. καὶ τὸ ζῆν: εἰ γὰρ μηδὲν ἄλλο ἕποιτο ἀγαθόν, [16] καθ᾽ αὑτὸ αἱρετόν ἐστιν. καὶ τὸ δίκαιον: συμφέρον γάρ τι κοινῇ ἐστιν. [17]

ταῦτα μὲν οὖν σχεδὸν τὰ ὁμολογούμενα ἀγαθά ἐστιν: [18] ἐν δὲ
τοῖς ἀμφισβητησίμοις ἐκ τῶνδε οἱ συλλογισμοί. τὸ ἐναντίον κακόν, τοῦτ᾽ ἀγαθόν. [19] καὶ οὗ τὸ ἐναντίον τοῖς ἐχθροῖς συμφέρει: οἷον εἰ τὸ δειλοὺς εἶναι μάλιστα συμφέρει τοῖς ἐχθροῖς, δῆλον ὅτι ἀνδρεία μάλιστα ὠφέλιμον τοῖς πολίταις. [20] καὶ ὅλως οἱ ἐχθροὶ βούλονται ἐφ᾽ χαίρουσι, τοὐναντίον
τούτου ὠφέλιμον φαίνεται: διὸ εἴρηται κεν γηθήσαι Πρίαμος.

Hom. Il. 1.255 ἔστι δ᾽ οὐκ ἀεὶ τοῦτο, ἀλλ᾽ ὡς ἐπὶ τὸ πολύ: οὐδὲν γὰρ κωλύει ἐνίοτε ταὐτὸ συμφέρειν τοῖς ἐναντίοις: ὅθεν λέγεται ὡς τὰ κακὰ συνάγει τοὺς ἀνθρώπους, ὅταν ταὐτὸ βλαβερὸν ἀμφοῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: