previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οὗτος γὰρ συμβουλεύει): [4] ἔτι δ᾽ ἐκ τῶν δικανικῶν προοιμίων: τοῦτο δ᾽ ἐστὶν ἐκ τῶν πρὸς τὸν ἀκροατήν, εἰ περὶ παραδόξου λόγος περὶ χαλεποῦ περὶ τεθρυλημένου πολλοῖς, ὥστε συγγνώμην ἔχειν, οἷον Χοιρίλοςνῦν δ᾽ ὅτε πάντα δέδασται.


τὰ μὲν οὖν τῶν ἐπιδεικτικῶν λόγων προοίμια ἐκ τούτων, ἐξ ἐπαίνου, ἐκ ψόγου, ἐκ προτροπῆς, ἐξ ἀποτροπῆς, ἐκ τῶν πρὸς τὸν ἀκροατήν: δεῖ δὲ ξένα οἰκεῖα εἶναι τὰ ἐνδόσιμα τῷ λόγῳ. [5] τὰ δὲ τοῦ δικανικοῦ προοίμια δεῖ λαβεῖν ὅτι ταὐτὸ δύναται ὅπερ τῶν δραμάτων οἱ πρόλογοι
καὶ τῶν ἐπῶν τὰ προοίμια: τὰ μὲν γὰρ τῶν διθυράμβων ὅμοια τοῖς ἐπιδεικτικοῖς: “διὰ σὲ καὶ τεὰ δῶρα εἴτε σκῦλα”. [6] ἐν δὲ προλόγοις καὶ ἔπεσι δεῖγμά ἐστιν τοῦ λόγου, ἵνα προειδῶσι περὶ οὗ λόγος καὶ μὴ κρέμηται διάνοια: τὸ γὰρ ἀόριστον πλανᾷ: δοὺς οὖν ὥσπερ εἰς τὴν χεῖρα
τὴν ἀρχὴν ποιεῖ ἐχόμενον ἀκολουθεῖν τῷ λόγῳ. διὰ τοῦτομῆνιν ἄειδε, θεά

Hom. Il. 1.1ἄνδρα μοι ἔννεπε, μοῦσα

Hom. Od. 1.1ἥγεό μοι λόγον ἄλλον, ὅπως Ἀσίας ἀπὸ γαίης
ἦλθεν ἐς Εὐρώπην πόλεμος μέγας.

καὶ οἱ τραγικοὶ δηλοῦσι περὶ οὗ τὸ δρᾶμα, κἂν μὴ εὐθὺς
ὥσπερ Εὐριπίδης ἐν τῷ προλόγῳ, ἀλλά πού γε, ὥσπερ καὶ Σοφοκλῆςἐμοὶ πατὴρ ἦν Πόλυβος.

Soph. OT 774 καὶ κωμῳδία ὡσαύτως. τὸ μὲν οὖν ἀναγκαιότατον ἔργον τοῦ προοιμίου καὶ ἴδιον τοῦτο, δηλῶσαι τί ἐστιν τὸ τέλος οὗ ἕνεκα λόγοςδιόπερ ἂν δῆλον καὶ μικρὸν τὸ πρᾶγμα,
οὐ χρηστέον προοιμίῳ): [7] τὰ δὲ ἄλλα εἴδη οἷς χρῶνται, ἰατρεύματα καὶ κοινά. λέγεται δὲ ταῦτα ἔκ τε τοῦ λέγοντος καὶ τοῦ ἀκροατοῦ καὶ τοῦ πράγματος καὶ τοῦ ἐναντίου περὶ αὐτοῦ μὲν καὶ τοῦ ἀντιδίκου οἷά περ διαβολὴν λῦσαι καὶ ποιῆσαιἔστιν δὲ οὐχ ὁμοίως: ἀπολογουμένῳ μὲν
γὰρ πρῶτον τὰ πρὸς διαβολήν, κατηγοροῦντι δ᾽ ἐν τῷ ἐπιλόγῳ: δι᾽ δέ, οὐκ ἄδηλον: τὸν μὲν γὰρ ἀπολογούμενον, ὅταν μέλλῃ εἰσάξειν αὑτόν, ἀναγκαῖον ἀνελεῖν τὰ κωλύοντα, ὥστε λυτέον πρῶτον τὴν διαβολήν: τῷ δὲ διαβάλλοντι ἐν τῷ ἐπιλόγῳ διαβλητέον, ἵνα μνημονεύσωσι μᾶλλον). τὰ δὲ
πρὸς τὸν ἀκροατὴν ἔκ τε τοῦ εὔνουν ποιῆσαι καὶ ἐκ τοῦ ὀργίσαι, καὶ ἐνίοτε τὸ προσεκτικὸν τοὐναντίον: οὐ γὰρ ἀεὶ συμφέρει ποιεῖν προσεκτικόν, διὸ πολλοὶ εἰς γέλωτα πειρῶνται προάγειν. εἰς δὲ εὐμάθειαν ἅπαντα ἀνάξει, ἐάν τις βούληται, καὶ τὸ ἐπιεικῆ φαίνεσθαι:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: