previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εἰ γὰρ τὰ πλείω καὶ πλεονάκις οὕτως, τοῦτ᾽ ἐστὶν εἰκὸς μᾶλλον. [12]

λύεται δὲ καὶ τὰ σημεῖα καὶ τὰ διὰ σημείου ἐνθυμήματα εἰρημένα, κἂν ὑπάρχοντα, ὥσπερ ἐλέχθη ἐν τοῖς πρώτοις: ὅτι γὰρ ἀσυλλόγιστόν ἐστιν πᾶν σημεῖον, δῆλον ἡμῖν ἐκ τῶν
Ἀναλυτικῶν. [13]

πρὸς δὲ τὰ παραδειγματώδη αὐτὴ λύσις καὶ τὰ εἰκότα: ἐάν τε γὰρ ἔχωμεν ἕν τι οὐχ οὕτω, λέλυται, ὅτι οὐκ ἀναγκαῖον, εἰ καὶ τὰ πλείω πλεονάκις ἄλλως, ἐάν τε καὶ τὰ πλείω καὶ τὰ πλεονάκις οὕτω, μαχετέον ὅτι τὸ παρὸν οὐχ
ὅμοιον οὐχ ὁμοίως, διαφοράν γέ τινα ἔχει. [14]

τὰ δὲ τεκμήρια καὶ τεκμηριώδη ἐνθυμήματα κατὰ μὲν τὸ ἀσυλλόγιστον οὐκ ἔσται λῦσαιδῆλον δὲ καὶ τοῦθ᾽ ἡμῖν ἐκ τῶν Ἀναλυτικῶν), λείπεται δ᾽ ὡς οὐχ ὑπάρχει τὸ λεγόμενον δεικνύναι. εἰ δὲ φανερὸν καὶ ὅτι ὑπάρχει καὶ ὅτι τεκμήριον, ἄλυτον ἤδη γίγνεται
τοῦτο: πάντα γὰρ γίγνεται ἀπόδειξις ἤδη φανερά. 26.

τὸ δ᾽ αὔξειν καὶ μειοῦν οὐκ ἔστιν ἐνθυμήματος στοιχεῖον: τὸ γὰρ αὐτὸ λέγω στοιχεῖον καὶ τόπον: ἔστιν γὰρ στοιχεῖον καὶ τόπος εἰς πολλὰ ἐνθυμήματα ἐμπίπτει. τὸ δ᾽ αὔξειν καὶ μειοῦν ἐστὶν ἐνθυμήματα πρὸς τὸ δεῖξαι ὅτι μέγα μικρόν,
ὥσπερ καὶ ὅτι ἀγαθὸν κακόν, δίκαιον ἄδικον, καὶ τῶν ἄλλων ὁτιοῦν. [2] ταῦτα δ᾽ ἐστὶν πάντα περὶ οἱ συλλογισμοὶ καὶ τὰ ἐνθυμήματα, ὥστ᾽ εἰ μηδὲ τούτων ἕκαστον ἐνθυμήματος τόπος, οὐδὲ τὸ αὔξειν καὶ μειοῦν. [3]

οὐδὲ τὰ λυτικὰ ἐνθυμήματος
εἶδός τί ἐστιν ἄλλο τῶν κατασκευαστικῶν: δῆλον γὰρ ὅτι λύει μὲν δείξας ἔνστασιν ἐνεγκών, ἀνταποδείκνυσι δὲ τὸ ἀντικείμενον, οἷον εἰ ἔδειξε ὅτι γέγονεν, οὗτος ὅτι οὐ γέγονεν, εἰ δὲ ὅτι οὐ γέγονεν, οὗτος ὅτι γέγονεν: ὥστε αὕτη μὲν οὐκ ἂν εἴη διαφοράτοῖς αὐτοῖς γὰρ χρῶνται ἀμφότεροι:
ὅτι γὰρ οὐκ ἔστιν ἔστιν, ἐνθυμήματα φέρουσιν): [4] δ᾽ ἔνστασις οὐκ ἔστιν ἐνθύμημα, ἀλλά, καθάπερ ἐν τοῖς Τοπικοῖς, τὸ εἰπεῖν δόξαν τινὰ ἐξ ἧς ἔσται δῆλον ὅτι οὐ συλλελόγισται ὅτι ψεῦδός τι εἴληφεν. [5]

ἐπεὶ δὲ τρία ἔστιν δεῖ πραγματευθῆναι περὶ τὸν λόγον,
ὑπὲρ μὲν παραδειγμάτων καὶ γνωμῶν καὶ ἐνθυμημάτων καὶ ὅλως τῶν περὶ τὴν διάνοιαν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: