previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῦτα δέ ἐστι πλῆθος χρημάτων καὶ ἰσχὺς σωμάτων καὶ φίλων καὶ χώρας καὶ τῶν πρὸς πόλεμον παρασκευῶν, πασῶν τῶν μεγίστων. καὶ ἐὰν μὴ ἠδικηκότες ὦσιν μηδένα μὴ πολλοὺς μὴ τούτους παρ᾽ ὧν φοβοῦνται, [21] καὶ ὅλως ἂν τὰ πρὸς
τοὺς θεοὺς αὐτοῖς καλῶς ἔχῃ, τά τε ἄλλα καὶ τὰ ἀπὸ σημείων καὶ λογίων: θαρραλέον γὰρ ὀργή, τὸ δὲ μὴ ἀδικεῖν ἀλλ᾽ ἀδικεῖσθαι ὀργῆς ποιητικόν, τὸ δὲ θεῖον ὑπολαμβάνεται βοηθεῖν τοῖς ἀδικουμένοις. [22] καὶ ὅταν ἐπιχειροῦντες μηδὲν ἂν παθεῖν μηδὲ πείσεσθαι κατορθώσειν οἴωνται. καὶ περὶ μὲν τῶν
φοβερῶν καὶ θαρραλέων εἴρηται. 6.

ποῖα δ᾽ αἰσχύνονται καὶ ἀναισχυντοῦσιν, καὶ πρὸς τίνας καὶ πῶς ἔχοντες, ἐκ τῶνδε δῆλον. [2] ἔστω δὴ αἰσχύνη λύπη τις ταραχὴ περὶ τὰ εἰς ἀδοξίαν φαινόμενα φέρειν τῶν κακῶν, παρόντων γεγονότων μελλόντων, δ᾽ ἀναισχυντία
ὀλιγωρία τις καὶ ἀπάθεια περὶ τὰ αὐτὰ ταῦτα. [3] εἰ δή ἐστιν αἰσχύνη ὁρισθεῖσα, ἀνάγκη αἰσχύνεσθαι ἐπὶ τοῖς τοιούτοις τῶν κακῶν ὅσα αἰσχρὰ δοκεῖ εἶναι αὐτῷ ὧν φροντίζει: τοιαῦτα δ᾽ ἐστὶν ὅσα ἀπὸ κακίας ἔργα ἐστίν, οἷον τὸ ἀποβαλεῖν ἀσπίδα φυγεῖν: ἀπὸ δειλίας γάρ. καὶ τὸ
ἀποστερῆσαι παρακαταθήκην ἀδικῆσαι: ἀπὸ ἀδικίας γάρ. [4] καὶ τὸ συγγενέσθαι αἷς οὐ δεῖ οὗ οὐ δεῖ ὅτε οὐ δεῖ: ἀπὸ ἀκολασίας γάρ. [5] καὶ τὸ κερδαίνειν ἀπὸ μικρῶν αἰσχρῶν ἀπὸ ἀδυνάτων, οἷον πενήτων τεθνεώτων, ὅθεν καὶ παροιμία τὸ ἀπὸ νεκροῦ φέρειν: ἀπὸ αἰσχροκερδείας γὰρ καὶ
ἀνελευθερίας. [6] καὶ τὸ μὴ βοηθεῖν, δυνάμενον, εἰς χρήματα, ἧττον βοηθεῖν. καὶ τὸ βοηθεῖσθαι παρὰ τῶν ἧττον εὐπόρων, [7] καὶ δανείζεσθαι ὅτε δόξει αἰτεῖν, καὶ αἰτεῖν ὅτε ἀπαιτεῖν, καὶ ἀπαιτεῖν ὅτε αἰτεῖν, καὶ ἐπαινεῖν δόξει αἰτεῖν, καὶ τὸ ἀποτετυχηκότα μηδὲν ἧττον: πάντα γὰρ ἀνελευθερίας ταῦτα
σημεῖα, [8] τὸ δ᾽ ἐπαινεῖν παρόντας κολακείας, καὶ τὸ τἀγαθὰ μὲν ὑπερεπαινεῖν τὰ δὲ φαῦλα συναλείφειν, καὶ τὸ ὑπεραλγεῖν ἀλγοῦντι παρόντα, καὶ τἆλλα πάντα ὅσα τοιαῦτα: κολακείας γὰρ σημεῖα. [9] καὶ τὸ μὴ ὑπομένειν πόνους οὓς οἱ πρεσβύτεροι

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: