previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὸ μὲν γὰρ συμφέρον αὐτῷ ἀγαθόν ἐστι, τὸ δὲ καλὸν ἁπλῶς. [10] καὶ ἀναίσχυντοι μᾶλλον αἰσχυντηλοί: διὰ γὰρ τὸ μὴ φροντίζειν ὁμοίως τοῦ καλοῦ καὶ τοῦ συμφέροντος ὀλιγωροῦσι τοῦ δοκεῖν. [11] καὶ δυσέλπιδες διὰ τὴν ἐμπειρίαντὰ γὰρ πλείω τῶν γιγνομένων
φαῦλά ἐστιν: ἀποβαίνει γὰρ τὰ πολλὰ ἐπὶ τὸ χεῖρον), καὶ ἔτι διὰ τὴν δειλίαν. [12] καὶ ζῶσι τῇ μνήμῃ μᾶλλον τῇ ἐλπίδι: τοῦ γὰρ βίου τὸ μὲν λοιπὸν ὀλίγον τὸ δὲ παρεληλυθὸς πολύ, ἔστι δὲ μὲν ἐλπὶς τοῦ μέλλοντος δὲ μνήμη τῶν παροιχομένων: ὅπερ αἴτιον καὶ τῆς ἀδολεσχίας αὐτοῖς:
διατελοῦσι γὰρ τὰ γενόμενα λέγοντες: ἀναμιμνησκόμενοι γὰρ ἥδονται. [13] καὶ οἱ θυμοὶ ὀξεῖς μὲν ἀσθενεῖς δέ εἰσιν, καὶ αἱ ἐπιθυμίαι αἱ μὲν ἐκλελοίπασιν αἱ δὲ ἀσθενεῖς εἰσιν, ὥστε οὔτ᾽ ἐπιθυμητικοὶ οὔτε πρακτικοὶ κατὰ τὰς ἐπιθυμίας, ἀλλὰ κατὰ τὸ κέρδος: διὸ σωφρονικοὶ φαίνονται οἱ τηλικοῦτοι: αἵ τε γὰρ
ἐπιθυμίαι ἀνείκασι καὶ δουλεύουσι τῷ κέρδει. [14] καὶ μᾶλλον ζῶσι κατὰ λογισμὸν κατὰ τὸ ἦθος: μὲν γὰρ λογισμὸς τοῦ συμφέροντος τὸ δ᾽ ἦθος τῆς ἀρετῆς ἐστιν. καὶ τἀδικήματα ἀδικοῦσιν εἰς κακουργίαν, οὐκ εἰς ὕβριν. [15] ἐλεητικοὶ δὲ καὶ οἱ γέροντές εἰσιν, ἀλλ᾽ οὐ διὰ ταὐτὰ τοῖς νέοις: οἱ μὲν γὰρ διὰ
φιλανθρωπίαν, οἱ δὲ δι᾽ ἀσθένειαν: πάντα γὰρ οἴονται ἐγγὺς εἶναι αὑτοῖς παθεῖν, τοῦτο δ᾽ ἦν ἐλεητικόν: ὅθεν ὀδυρτικοί εἰσι, καὶ οὐκ εὐτράπελοι οὐδὲ φιλογέλοιοι: ἐναντίον γὰρ τὸ ὀδυρτικὸν τῷ φιλογέλωτι. [16]

τῶν μὲν οὖν νέων καὶ τῶν πρεσβυτέρων τὰ ἤθη τοιαῦτα,
ὥστ᾽ ἐπεὶ ἀποδέχονται πάντες τοὺς τῷ σφετέρῳ ἤθει λεγομένους λόγους καὶ τοὺς ὁμοίους, οὐκ ἄδηλον πῶς χρώμενοι τοῖς λόγοις τοιοῦτοι φανοῦνται καὶ αὐτοὶ καὶ οἱ λόγοι. 14.

οἱ δ᾽ ἀκμάζοντες φανερὸν ὅτι μεταξὺ τούτων τὸ ἦθος ἔσονται ἑκατέρων, ἀφαιροῦντες τὴν ὑπερβολήν, καὶ οὔτε σφόδρα
θαρροῦντεςθρασύτης γὰρ τὸ τοιοῦτονοὔτε λίαν φοβούμενοι, καλῶς δὲ πρὸς ἄμφω ἔχοντες, [2] οὔτε πᾶσι πιστεύοντες οὔτε πᾶσιν ἀπιστοῦντες, ἀλλὰ κατὰ τὸ ἀληθὲς κρίνοντες μᾶλλον, καὶ οὔτε πρὸς τὸ καλὸν ζῶντες μόνον οὔτε πρὸς τὸ συμφέρον

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: