previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διὰ τὸ χαίρειν τῷ συζῆν καὶ μήπω πρὸς τὸ συμφέρον κρίνειν μηδέν, ὥστε μηδὲ τοὺς φίλους. [14] καὶ ἅπαντα ἐπὶ τὸ μᾶλλον καὶ σφοδρότερον ἁμαρτάνουσι, παρὰ τὸ Χιλώνειονπάντα γὰρ ἄγαν πράττουσιν: φιλοῦσι γὰρ ἄγαν καὶ
μισοῦσιν ἄγαν καὶ τἆλλα πάντα ὁμοίως), καὶ εἰδέναι ἅπαντα οἴονται καὶ διισχυρίζονταιτοῦτο γὰρ αἴτιόν ἐστιν καὶ τοῦ πάντα ἄγαν), [15] καὶ τὰ ἀδικήματα ἀδικοῦσιν εἰς ὕβριν, οὐ κακουργίαν. καὶ ἐλεητικοὶ διὰ τὸ πάντας χρηστοὺς καὶ βελτίους ὑπολαμβάνειντῇ γὰρ αὑτῶν ἀκακίᾳ τοὺς πέλας μετροῦσιν,
ὥστε ἀνάξια πάσχειν ὑπολαμβάνουσιν αὐτούς), [16] καὶ φιλογέλωτες, διὸ καὶ φιλευτράπελοι: γὰρ εὐτραπελία πεπαιδευμένη ὕβρις ἐστίν. 13.

τὸ μὲν οὖν τῶν νέων τοιοῦτόν ἐστιν ἦθος, οἱ δὲ πρεσβύτεροι καὶ παρηκμακότες σχεδὸν ἐκ τῶν ἐναντίων τούτοις τὰ
πλεῖστα ἔχουσιν ἤθη: διὰ γὰρ τὸ πολλὰ ἔτη βεβιωκέναι καὶ πλείω ἐξηπατῆσθαι καὶ ἐξημαρτηκέναι, καὶ τὰ πλείω φαῦλα εἶναι τῶν πραγμάτων, οὔτε διαβεβαιοῦνται οὐδέν, ἧττόν τε ἄγανται πάντα δεῖ. [2] καὶ οἴονται, ἴσασι δ᾽ οὐδέν, καὶ ἀμφιδοξοῦντες προστιθέασιν ἀεὶ τὸ ἴσως καὶ τάχα, καὶ πάντα
λέγουσιν οὕτως, παγίως δ᾽ οὐδέν. [3] καὶ κακοήθεις εἰσίν: ἔστι γὰρ κακοήθεια τὸ ἐπὶ τὸ χεῖρον ὑπολαμβάνειν πάντα. ἔτι δὲ καχύποπτοί εἰσι διὰ τὴν ἀπιστίαν, ἄπιστοι δὲ δι᾽ ἐμπειρίαν. [4] καὶ οὔτε φιλοῦσιν σφόδρα οὔτε μισοῦσι διὰ ταῦτα, ἀλλὰ κατὰ τὴν Βίαντος ὑποθήκην καὶ φιλοῦσιν ὡς μισήσοντες καὶ μισοῦσιν
ὡς φιλήσοντες. [5] καὶ μικρόψυχοι διὰ τὸ τεταπεινῶσθαι ὑπὸ τοῦ βίου: οὐδενὸς γὰρ μεγάλου οὐδὲ περιττοῦ ἀλλὰ τῶν πρὸς τὸν βίον ἐπιθυμοῦσι. [6] καὶ ἀνελεύθεροι: ἓν γάρ τι τῶν ἀναγκαίων οὐσία, ἅμα δὲ καὶ διὰ τὴν ἐμπειρίαν ἴσασιν ὡς χαλεπὸν τὸ κτήσασθαι καὶ ῥᾴδιον τὸ ἀποβαλεῖν. [7] καὶ δειλοὶ
καὶ πάντα προφοβητικοί: ἐναντίως γὰρ διάκεινται τοῖς νέοις: κατεψυγμένοι γάρ εἰσιν, οἱ δὲ θερμοί, ὥστε προωδοπεποίηκε τὸ γῆρας τῇ δειλίᾳ: καὶ γὰρ φόβος κατάψυξίς τίς ἐστιν. [8] καὶ φιλόζωοι, καὶ μᾶλλον ἐπὶ τῇ τελευταίᾳ ἡμέρᾳ διὰ τὸ τοῦ ἀπόντος εἶναι τὴν ἐπιθυμίαν, καὶ οὗ ἐνδεεῖς, τούτου
μάλιστα ἐπιθυμεῖν. [9] καὶ φίλαυτοι μᾶλλον δεῖ: μικροψυχία γάρ τις καὶ αὕτη. καὶ πρὸς τὸ συμφέρον ζῶσιν, ἀλλ᾽ οὐ πρὸς τὸ καλόν, μᾶλλον δεῖ, διὰ τὸ φίλαυτοι εἶναι:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: