previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οὔτε τὸ συμπέρασμα ἐπερωτᾶν, ἐὰν μὴ τὸ πολὺ περιῇ τοῦ ἀληθοῦς. [7]

περὶ δὲ τῶν γελοίων, ἐπειδή τινα δοκεῖ χρῆσιν ἔχειν ἐν τοῖς ἀγῶσι, καὶ δεῖν ἔφη Γοργίας τὴν μὲν σπουδὴν διαφθείρειν
τῶν ἐναντίων γέλωτι τὸν δὲ γέλωτα σπουδῇ, ὀρθῶς λέγων, εἴρηται πόσα εἴδη γελοίων ἔστιν ἐν τοῖς περὶ ποιητικῆς, ὧν τὸ μὲν ἁρμόττει ἐλευθέρῳ τὸ δ᾽ οὔ, ὅπως τὸ ἁρμόττον αὑτῷ λήψεται. ἔστι δ᾽ εἰρωνεία τῆς βωμολοχίας ἐλευθεριώτερον: μὲν γὰρ αὑτοῦ ἕνεκα ποιεῖ τὸ γελοῖον, δὲ βωμολόχος ἑτέρου.
19.

δ᾽ ἐπίλογος σύγκειται ἐκ τεττάρων, ἔκ τε τοῦ πρὸς ἑαυτὸν κατασκευάσαι εὖ τὸν ἀκροατὴν καὶ τὸν ἐναντίον φαύλως, καὶ ἐκ τοῦ αὐξῆσαι καὶ ταπεινῶσαι, καὶ ἐκ τοῦ εἰς τὰ πάθη τὸν ἀκροατὴν καταστῆσαι, καὶ ἐξ ἀναμνήσεως. πέφυκε γάρ, μετὰ τὸ ἀποδεῖξαι αὐτὸν μὲν ἀληθῆ τὸν δὲ
ἐναντίον ψευδῆ, οὕτω τὸ ἐπαινεῖν καὶ ψέγειν καὶ ἐπιχαλκεύειν. δυοῖν δὲ θατέρου δεῖ στοχάζεσθαι, ὅτι τούτοις ἀγαθὸς ὅτι ἁπλῶς, δ᾽ ὅτι κακὸς τούτοις ὅτι ἁπλῶς. ἐξ ὧν δὲ δεῖ τοῦτο κατασκευάζειν δεῖ, εἴρηνται οἱ τόποι πόθεν σπουδαίους δεῖ κατασκευάζειν καὶ φαύλους. [2] τὸ δὲ μετὰ τοῦτο,
δεδειγμένων ἤδη, αὔξειν ἐστὶν κατὰ φύσιν ταπεινοῦν: δεῖ γὰρ τὰ πεπραγμένα ὁμολογεῖσθαι, εἰ μέλλει τὸ ποσὸν ἐρεῖν: καὶ γὰρ τῶν σωμάτων αὔξησις ἐκ προϋπαρχόντων ἐστίν. ὅθεν δὲ δεῖ αὔξειν καὶ ταπεινοῦν ἔκκεινται οἱ τόποι πρότερον. [3] μετὰ δὲ ταῦτα, δήλων ὄντων καὶ οἷα καὶ ἡλίκα, εἰς
τὰ πάθη ἄγειν τὸν ἀκροατήν. ταῦτα δ᾽ ἐστὶν ἔλεος καὶ δείνωσις καὶ ὀργὴ καὶ μίσος καὶ φθόνος καὶ ζῆλος καὶ ἔρις. εἴρηνται δὲ καὶ τούτων οἱ τόποι πρότερον, [4] ὥστε λοιπὸν ἀναμνῆσαι τὰ προειρημένα. τοῦτο δὲ ἁρμόττει ποιεῖν οὐχ ὥσπερ φασὶν ἐν τοῖς προοιμίοις, οὐκ ὀρθῶς λέγοντες. ἵνα γὰρ
εὐμαθὴς , κελεύουσι πολλάκις εἰπεῖν. ἐκεῖ μὲν οὖν δεῖ τὸ πρᾶγμα εἰπεῖν, ἵνα μὴ λανθάνῃ περὶ οὗ κρίσις, ἐνταῦθα δὲ δι᾽ ὧν δέδεικται, κεφαλαιωδῶς. [5] ἀρχὴ δὲ διότι ὑπέσχετο ἀποδέδωκεν, ὥστε τε καὶ δι᾽ λεκτέον. λέγεται δὲ ἐξ ἀντιπαραβολῆς τοῦ ἐναντίου. παραβάλλειν δὲ ὅσα
περὶ τὸ αὐτὸ ἄμφω εἶπον, μὴ καταντικρύ (“ἀλλ᾽ οὗτος μὲν τάδε περὶ τούτου, ἐγὼ δὲ ταδί, ”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: