previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


γὰρ ἀεὶ ὡς ἐπὶ τὸ πολὺ ὡσαύτως ἀποβαίνει. τὰ γὰρ παρὰ φύσιν οὐδὲν δεῖ ἀκριβολογεῖσθαι πότερα κατὰ φύσιν τινα ἄλλην αἰτίαν γίγνεται: [14] δόξειε δ᾽ ἂν καὶ τύχη αἰτία εἶναι τῶν τοιούτων.
βίᾳ δὲ ὅσα παρ᾽ ἐπιθυμίαν τοὺς λογισμοὺς γίγνεται δι᾽ αὐτῶν τῶν πραττόντων. [15] ἔθει δὲ ὅσα διὰ τὸ πολλάκις πεποιηκέναι ποιοῦσιν. [16] διὰ λογισμὸν δὲ τὰ δοκοῦντα συμφέρειν ἐκ τῶν εἰρημένων ἀγαθῶν ὡς τέλος ὡς πρὸς τὸ τέλος, ὅταν διὰ τὸ συμφέρειν πράττηται: ἔνια
γὰρ καὶ οἱ ἀκόλαστοι συμφέροντα πράττουσιν, ἀλλ᾽ οὐ διὰ τὸ συμφέρειν ἀλλὰ δι᾽ ἡδονήν. διὰ θυμὸν δὲ καὶ ὀργὴν τὰ τιμωρητικά. [17] διαφέρει δὲ τιμωρία καὶ κόλασις: μὲν γὰρ κόλασις τοῦ πάσχοντος ἕνεκά ἐστιν, δὲ τιμωρία τοῦ ποιοῦντος, ἵνα πληρωθῇ. [18] τί μὲν οὖν ἐστιν ὀργή, δῆλον ἔσται
ἐν τοῖς περὶ τῶν παθῶν. δι᾽ ἐπιθυμίαν δὲ πράττεται ὅσα φαίνεται ἡδέα. ἔστιν δὲ καὶ τὸ σύνηθες καὶ τὸ ἐθιστὸν ἐν τοῖς ἡδέσιν: πολλὰ γὰρ καὶ τῶν φύσει μὴ ἡδέων, ὅταν συνεθισθῶσιν, ἡδέως ποιοῦσιν: ὥστε συλλαβόντι εἰπεῖν, ὅσα δι᾽ αὑτοὺς πράττουσιν ἅπαντ᾽ ἐστὶν ἀγαθὰ φαινόμενα
ἀγαθά, ἡδέα φαινόμενα ἡδέα. ἐπεὶ δ᾽ ὅσα δι᾽ αὑτοὺς ἑκόντες πράττουσιν, οὐχ ἑκόντες δὲ ὅσα μὴ δι᾽ αὑτούς, πάντ᾽ ἂν εἴη ὅσα ἑκόντες πράττουσιν ἀγαθὰ φαινόμενα ἀγαθά, ἡδέα φαινόμενα ἡδέα: τίθημι γὰρ καὶ τὴν τῶν κακῶν φαινομένων κακῶν ἀπαλλαγὴν ἀντὶ
μείζονος ἐλάττονος μετάληψιν ἐν τοῖς ἀγαθοῖςαἱρετὰ γάρ πως), καὶ τὴν τῶν λυπηρῶν φαινομένων λυπηρῶν ἀπαλλαγὴν μετάληψιν ἀντὶ μειζόνων ἐλαττόνων ἐν τοῖς ἡδέσιν ὡσαύτως. ληπτέον ἄρα τὰ συμφέροντα καὶ τὰ ἡδέα, πόσα καὶ ποῖα. [19] περὶ μὲν οὖν τοῦ συμφέροντος ἐν τοῖς
συμβουλευτικοῖς εἴρηται πρότερον, περὶ δὲ τοῦ ἡδέος εἴπωμεν νῦν. δεῖ δὲ νομίζειν ἱκανοὺς εἶναι τοὺς ὅρους ἐὰν ὦσι περὶ ἑκάστου μήτε ἀσαφεῖς μήτε ἀκριβεῖς. 11.

ὑποκείσθω δὴ ἡμῖν εἶναι τὴν ἡδονὴν κίνησίν τινα τῆς ψυχῆς καὶ κατάστασιν ἀθρόαν καὶ αἰσθητὴν εἰς τὴν ὑπάρχουσαν
φύσιν, λύπην δὲ τοὐναντίον. [2] εἰ δ᾽ ἐστὶν ἡδονὴ τὸ τοιοῦτον,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: