previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ ὅλως δὴ ὅταν ἔχῃ οὕτως ὥστ᾽ ἀναμνησθῆναι τοιαῦτα συμβεβηκότα αὑτῷ τῳ τῶν αὑτοῦ, ἐλπίσαι γενέσθαι αὑτῷ τῳ τῶν αὑτοῦ. [8]

ὡς μὲν οὖν ἔχοντες ἐλεοῦσιν εἴρηται, δ᾽ ἐλεοῦσιν ἐκ
τοῦ ὁρισμοῦ δῆλον: ὅσα τε γὰρ τῶν λυπηρῶν καὶ ὀδυνηρῶν φθαρτικά, πάντα ἐλεεινά, καὶ ὅσα ἀναιρετικά, καὶ ὅσων τύχη αἰτία κακῶν μέγεθος ἐχόντων. [9] ἔστι δὲ ὀδυνηρὰ μὲν καὶ φθαρτικὰ θάνατοι καὶ αἰκίαι σωμάτων καὶ κακώσεις καὶ γῆρας καὶ νόσοι καὶ τροφῆς ἔνδεια, [10] ὧν δ᾽ τύχη αἰτία κακῶν
ἀφιλία, ὀλιγοφιλίαδιὸ καὶ τὸ διασπᾶσθαι ἀπὸ φίλων καὶ συνήθων ἐλεεινόν), αἶσχος, ἀσθένεια, ἀναπηρία, καὶ τὸ ὅθεν προσῆκεν ἀγαθόν τι ὑπάρξαι κακόν τι συμβῆναι, [11] καὶ τὸ πολλάκις τοιοῦτον, καὶ τὸ πεπονθότος γενέσθαι τι ἀγαθόν, οἷον Διοπείθει τὰ παρὰ βασιλέως τεθνεῶτι κατεπέμφθη,
καὶ τὸ μηδὲν γεγενῆσθαι ἀγαθὸν γενομένων μὴ εἶναι ἀπόλαυσιν.

ἐφ᾽ οἷς μὲν οὖν ἐλεοῦσι, ταῦτα καὶ τὰ τοιαῦτά ἐστιν: [12] ἐλεοῦσι δὲ τούς τε γνωρίμους, ἂν μὴ σφόδρα ἐγγὺς ὦσιν οἰκειότητιπερὶ δὲ τούτους ὥσπερ περὶ αὑτοὺς μέλλοντας
ἔχουσιν: διὸ καὶ Ἀμάσιος ἐπὶ μὲν τῷ υἱεῖ ἀγομένῳ ἐπὶ τὸ ἀποθανεῖν οὐκ ἐδάκρυσεν, ὡς φασίν, ἐπὶ δὲ τῷ φίλῳ προσαιτοῦντι: τοῦτο μὲν γὰρ ἐλεεινόν, ἐκεῖνο δὲ δεινόν: τὸ γὰρ δεινὸν ἕτερον τοῦ ἐλεεινοῦ καὶ ἐκκρουστικὸν τοῦ ἐλέου καὶ πολλάκις τῷ ἐναντίῳ χρήσιμον: [13] οὐ γὰρ ἔτι ἐλεοῦσιν ἐγγὺς αὐτοῖς τοῦ
δεινοῦ ὄντος), καὶ τοὺς ὁμοίους ἐλεοῦσιν κατὰ ἡλικίαν, κατὰ ἤθη, κατὰ ἕξεις, κατὰ ἀξιώματα, κατὰ γένη: ἐν πᾶσι γὰρ τούτοις μᾶλλον φαίνεται καὶ αὐτῷ ἂν ὑπάρξαι: ὅλως γὰρ καὶ ἐνταῦθα δεῖ λαβεῖν ὅτι ὅσα ἐφ᾽ αὑτῶν φοβοῦνται, ταῦτα ἐπ᾽ ἄλλων γιγνόμενα ἐλεοῦσιν. [14] ἐπεὶ δ᾽ ἐγγὺς φαινόμενα τὰ πάθη
ἐλεεινά ἐστιν, τὰ δὲ μυριοστὸν ἔτος γενόμενα ἐσόμενα οὔτε ἐλπίζοντες οὔτε μεμνημένοι ὅλως οὐκ ἐλεοῦσιν οὐχ ὁμοίως, ἀνάγκη τοὺς συναπεργαζομένους σχήμασι καὶ φωναῖς καὶ ἐσθῆσι καὶ ὅλως ὑποκρίσει ἐλεεινοτέρους εἶναιἐγγὺς γὰρ ποιοῦσι φαίνεσθαι τὸ κακόν, πρὸ ὀμμάτων ποιοῦντες
ὡς μέλλοντα ὡς γεγονότα: [15]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: