previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὸ ἐπίγραμμα οὐχ ὁμολογοῦσιν περὶ τὸ ἐπίγραμμα, οἷον λαβεῖν μὲν ἀλλ᾽ οὐ κλέψαι, καὶ πατάξαι πρότερον ἀλλ᾽ οὐχ ὑβρίσαι, καὶ συγγενέσθαι ἀλλ᾽ οὐ μοιχεῦσαι, κλέψαι μὲν ἀλλ᾽ οὐχ ἱεροσυλῆσαιοὐ γὰρ θεοῦ
τι), ἐπεργάσασθαι μὲν ἀλλ᾽ οὐ δημοσίαν, διειλέχθαι μὲν τοῖς πολεμίοις ἀλλ᾽ οὐ προδοῦναι, διὰ ταῦτα δέοι ἂν καὶ περὶ τούτων διωρίσθαι, τί κλοπή, τί ὕβρις, τί μοιχεία, ὅπως ἐάν τε ὑπάρχειν ἐάν τε μὴ ὑπάρχειν βουλώμεθα δεικνύναι ἔχωμεν ἐμφανίζειν τὸ δίκαιον. [10] ἔστι δὲ πάντα
τὰ τοιαῦτα περὶ τοῦ ἄδικον εἶναι καὶ φαῦλον μὴ ἄδικον ἀμφισβήτησις: ἐν γὰρ τῇ προαιρέσει μοχθηρία καὶ τὸ ἀδικεῖν, τὰ δὲ τοιαῦτα τῶν ὀνομάτων προσσημαίνει τὴν προαίρεσιν, οἷον ὕβρις καὶ κλοπή: οὐ γὰρ εἰ ἐπάταξεν πάντως ὕβρισεν, ἀλλ᾽ εἰ ἕνεκά του, οἷον τοῦ ἀτιμάσαι ἐκεῖνον
αὐτὸς ἡσθῆναι. οὐδὲ πάντως, εἰ λάθρᾳ ἔλαβεν, ἔκλεψεν, ἀλλ᾽ εἰ ἐπὶ βλάβῃ τούτου ἀφ᾽ οὗ ἔλαβε καὶ σφετερισμῷ ἑαυτοῦ. ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων ἔχει ὥσπερ καὶ περὶ τούτων. [11]

ἐπεὶ δὲ τῶν δικαίων καὶ τῶν ἀδίκων ἦν δύο εἴδητὰ μὲν γὰρ γεγραμμένα τὰ δ᾽ ἄγραφα),
περὶ ὧν μὲν οἱ νόμοι ἀγορεύουσιν εἴρηται, τῶν δ᾽ ἀγράφων δύο ἔστιν εἴδη: [12] ταῦτα δ᾽ ἐστὶν τὰ μὲν καθ᾽ ὑπερβολὴν ἀρετῆς καὶ κακίας, ἐφ᾽ οἷς ὀνείδη καὶ ἔπαινοι καὶ ἀτιμίαι, καὶ τιμαὶ καὶ δωρεαίοἷον τὸ χάριν ἔχειν τῷ ποιήσαντι εὖ καὶ ἀντευποιεῖν τὸν εὖ ποιήσαντα, καὶ βοηθητικὸν εἶναι τοῖς
φίλοις, καὶ ὅσα ἄλλα τοιαῦτα), τὰ δὲ τοῦ ἰδίου νόμου καὶ γεγραμμένου ἔλλειμμα. [13] τὸ γὰρ ἐπιεικὲς δοκεῖ δίκαιον εἶναι, ἔστιν δὲ ἐπιεικὲς τὸ παρὰ τὸν γεγραμμένον νόμον δίκαιον. συμβαίνει δὲ τοῦτο τὰ μὲν ἑκόντων τὰ δὲ ἀκόντων τῶν νομοθετῶν, ἀκόντων μὲν ὅταν λάθῃ, ἑκόντων δ᾽
ὅταν μὴ δύνωνται διορίσαι, ἀλλ᾽ ἀναγκαῖον μὲν καθόλου εἰπεῖν, μὴ δέ, ἀλλ᾽ ὡς ἐπὶ τὸ πολύ, καὶ ὅσα μὴ ῥᾴδιον διορίσαι δι᾽ ἀπειρίαν, οἷον τὸ τρῶσαι σιδήρῳ πηλίκῳ καὶ ποίῳ τινί: ὑπολείποι γὰρ ἂν αἰὼν διαριθμοῦντα. [14] ἂν οὖν ἀόριστον, δέῃ δὲ νομοθετῆσαι, ἀνάγκη ἁπλῶς εἰπεῖν,
ὥστε κἂν δακτύλιον ἔχων ἐπάρηται τὴν χεῖρα πατάξῃ, κατὰ μὲν τὸν γεγραμμένον νόμον ἔνοχός ἐστι καὶ ἀδικεῖ,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: