previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



καὶ δοκεῖ φορτικὸν εἶναι, καλῶς ὑπολαμβανόμενον. ἀλλ᾽ ὅλης οὔσης πρὸς δόξαν τῆς πραγματείας τῆς περὶ τὴν ῥητορικήν, οὐχ ὡς ὀρθῶς ἔχοντος ἀλλ᾽ ὡς ἀναγκαίου τὴν ἐπιμέλειαν ποιητέον, ἐπεὶ τό γε δίκαιόν ἐστι μηδὲν πλέον ζητεῖν περὶ τὸν λόγον ὥστε μήτε
λυπεῖν μήτ᾽ εὐφραίνειν: δίκαιον γὰρ αὐτοῖς ἀγωνίζεσθαι τοῖς πράγμασιν, ὥστε τἆλλα ἔξω τοῦ ἀποδεῖξαι περίεργα ἐστίν: ἀλλ᾽ ὅμως μέγα δύναται, καθάπερ εἴρηται, διὰ τὴν τοῦ ἀκροατοῦ μοχθηρίαν. [6] τὸ μὲν οὖν τῆς λέξεως ὅμως ἔχει τι μικρὸν ἀναγκαῖον ἐν πάσῃ διδασκαλίᾳ: διαφέρει γάρ τι
πρὸς τὸ δηλῶσαι ὡδὶ ὡδὶ εἰπεῖν, οὐ μέντοι τοσοῦτον, ἀλλ᾽ ἅπαντα φαντασία ταῦτ᾽ ἐστί, καὶ πρὸς τὸν ἀκροατήν: διὸ οὐδεὶς οὕτω γεωμετρεῖν διδάσκει. [7] ἐκείνη μὲν οὖν ὅταν ἔλθῃ ταὐτὸ ποιήσει τῇ ὑποκριτικῇ, ἐγκεχειρήκασιν δὲ ἐπ᾽ ὀλίγον περὶ αὐτῆς εἰπεῖν τινές, οἷον Θρασύμαχος ἐν τοῖς
Ἐλέοις: καὶ ἔστιν φύσεως τὸ ὑποκριτικὸν εἶναι, καὶ ἀτεχνότερον, περὶ δὲ τὴν λέξιν ἔντεχνον. διὸ καὶ τοῖς τοῦτο δυναμένοις γίνεται πάλιν ἆθλα, καθάπερ καὶ τοῖς κατὰ τὴν ὑπόκρισιν ῥήτορσιν: οἱ γὰρ γραφόμενοι λόγοι μεῖζον ἰσχύουσι διὰ τὴν λέξιν διὰ τὴν διάνοιαν.
[8]

ἤρξαντο μὲν οὖν κινῆσαι τὸ πρῶτον, ὥσπερ πέφυκεν, οἱ ποιηταί: τὰ γὰρ ὀνόματα μιμήματα ἐστίν, ὑπῆρξεν δὲ καὶ φωνὴ πάντων μιμητικώτατον τῶν μορίων ἡμῖν: διὸ καὶ αἱ τέχναι συνέστησαν τε ῥαψῳδία καὶ ὑποκριτικὴ καὶ ἄλλαι γε. [9] ἐπεὶ δ᾽ οἱ ποιηταί, λέγοντες εὐήθη, διὰ τὴν
λέξιν ἐδόκουν πορίσασθαι τὴν δόξαν, διὰ τοῦτο ποιητικὴ πρώτη ἐγένετο λέξις, οἷον Γοργίου, καὶ νῦν ἔτι οἱ πολλοὶ τῶν ἀπαιδεύτων τοὺς τοιούτους οἴονται διαλέγεσθαι κάλλιστα. τοῦτο δ᾽ οὐκ ἔστιν, ἀλλ᾽ ἑτέρα λόγου καὶ ποιήσεως λέξις ἐστίν. δηλοῖ δὲ τὸ συμβαῖνον: οὐδὲ γὰρ
οἱ τὰς τραγῳδίας ποιοῦντες ἔτι χρῶνται τὸν αὐτὸν πρόπον, ἀλλ᾽ ὥσπερ καὶ ἐκ τῶν τετραμέτρων εἰς τὸ ἰαμβεῖον μετέβησαν διὰ τὸ τῷ λόγῳ τοῦτο τῶν μέτρων ὁμοιότατον εἶναι τῶν ἄλλων, οὕτω καὶ τῶν ὀνομάτων ἀφείκασιν ὅσα παρὰ τὴν διάλεκτόν ἐστιν, οἷς δ᾽ οἱ πρῶτοι ἐκόσμουν, καὶ ἔτι
νῦν οἱ τὰ ἑξάμετρα ποιοῦντες ἀφείκασιν. διὸ γελοῖον μιμεῖσθαι τούτους οἳ αὐτοὶ οὐκέτι χρῶνται ἐκείνῳ τῷ τρόπῳ, [10] ὥστε φανερὸν ὅτι οὐχ ἅπαντα ὅσα περὶ λέξεως ἔστιν εἰπεῖν ἀκριβολογητέον ἡμῖν, ἀλλ᾽ ὅσα περὶ τοιαύτης οἵας λέγομεν. περὶ δ᾽ ἐκείνης εἴρηται ἐν τοῖς περὶ ποιητικῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: