previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἡδεῖα δ᾽ τοιαύτη καὶ εὐμαθής, ἡδεῖα μὲν διὰ τὸ ἐναντίως ἔχειν τῷ ἀπεράντῳ, καὶ ὅτι ἀεί τὶ οἴεται ἔχειν ἀκροατὴς καὶ πεπερθ́νθαι τι αὑτῷ, τὸ δὲ μηδὲν προνοεῖν μηδὲ ἀνύειν ἀηδές: εὐμαθὴς δὲ
ὅτι εὐμνημόνευτος, τοῦτο δὲ ὅτι ἀριθμὸν ἔχει ἐν περιόδοις λέξις, πάντων εὐμνημονευτότατον. διὸ καὶ τὰ μέτρα πάντες μνημονεύουσιν μᾶλλον τῶν χύδην: ἀριθμὸν γὰρ ἔχει μετρεῖται. [4] δεῖ δὲ τὴν περίοδονκαὶ τῇ διανοίατετελειῶσθαι, καὶ μὴ διακόπτεσθαι ὥσπερ τὰ Σοφοκλέους ἰαμβεῖα,
Καλυδὼν μὲν ἥδε γαῖα: Πελοπίας χθονός:

Eur. fr. 515 τοὐναντίον γὰρ ἔστιν ὑπολαβεῖν τῷ διαιρεῖσθαι, ὥσπερ καὶ ἐπὶ τοῦ εἰρημένου τὴν Καλυδῶνα εἶναι τῆς Πελοποννήσου. [5]

περίοδος δὲ μὲν ἐν κώλοις δ᾽ ἀφελής. ἔστιν δ᾽ ἐν κώλοις μὲν λέξις τετελειωμένη τε καὶ διῃρημένη καὶ
εὐανάπνευστος, μὴ ἐν τῇ διαιρέσειὥσπερ καὶ περίοδος,† ἀλλ᾽ ὅληκῶλον δ᾽ ἐστὶν τὸ ἕτερον μόριον ταύτης): ἀφελῆ δὲ λέγω τὴν μονόκωλον. [6] δεῖ δὲ καὶ τὰ κῶλα καὶ τὰς περιόδους μήτε μυούρους εἶναι μήτε μακράς. τὸ μὲν γὰρ μικρὸν προσπταίειν πολλάκις ποιεῖ τὸν ἀκροατήνἀνάγκη γὰρ ὅταν,
ἔτι ὁρμῶν ἐπὶ τὸ πόρρω καὶ τὸ μέτρον οὗ ἔχει ἐν ἑαυτῷ ὅρον, ἀντισπασθῇ παυσαμένου, οἷον πρόσπταισιν γίγνεσθαι διὰ τὴν ἀντίκρουσιν): τὰ δὲ μακρὰ ἀπολείπεσθαι ποιεῖ, ὥσπερ οἱ ἐξωτέρω ἀποκάμπτοντες τοῦ τέρματος: ἀπολείπουσι γὰρ καὶ οὗτοι τοὺς συμπεριπατοῦντας, ὁμοίως δὲ καὶ αἱ
περίοδοι αἱ μακραὶ οὖσαι λόγος γίνεται καὶ ἀναβολῇ ὅμοιον, ὥστε γίνεται ἔσκωψεν Δημόκριτος Χῖος εἰς Μελανιππίδην ποιήσαντα ἀντὶ τῶν ἀντιστρόφων ἀναβολάς
οἷ τ᾽ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων,
δὲ μακρὰ ἀναβολὴ τῷ ποιήσαντι κακίστη:

Hes. WD 265
ἁρμόττει γὰρ τὸ τοιοῦτον καὶ εἰς τὰς μακροκώλους λέγειν. αἵ τε λίαν βραχύκωλοι οὐ περίοδος γίνεται: προπετῆ οὖν ἄγει τὸν ἀκροατήν. [7]

τῆς δὲ ἐν κώλοις λέξεως μὲν διῃρημένη ἐστὶν δὲ ἀντικειμένη, διῃρημένη μὲν, οἷονπολλάκις ἐθαύμασα τῶν
τὰς πανηγύρεις συναγαγόντων καὶ τοὺς γυμνικοὺς ἀγῶνας καταστησάντων”, ἀντικειμένη δέ, ἐν ἑκατέρῳ τῷ κώλῳ πρὸς ἐναντίῳ ἐναντίον σύγκειται ταὐτὸ ἐπέζευκται τοῖς ἐναντίοις,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
hide References (1 total)
  • Cross-references in notes to this page (1):
    • J.F. Dobson, The Greek Orators, Antiphon
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: