previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τούτων δὲ διορισθέντων περὶ τῶν ἐνθυμημάτων κοινῇ πειραθῶμεν εἰπεῖν, εἴ τι ἔχομεν, καὶ περὶ παραδειγμάτων, ὅπως τὰ λοιπὰ προσθέντες ἀποδῶμεν τὴν ἐξ ἀρχῆς πρόθεσιν. ἔστιν δὲ τῶν κοινῶν τὸ μὲν αὔξειν οἰκειότατον τοῖς
ἐπιδεικτικοῖς, ὥσπερ εἴρηται, τὸ δὲ γεγονὸς τοῖς δικανικοῖςπερὶ τούτων γὰρ κρίσις), τὸ δὲ δυνατὸν καὶ ἐσόμενον τοῖς συμβουλευτικοῖς. 19.

πρῶτον μὲν οὖν περὶ δυνατοῦ καὶ ἀδυνάτου λέγωμεν. ἂν δὴ τὸ ἐναντίον δυνατὸν εἶναι γενέσθαι, καὶ τὸ ἐναντίον
δόξειεν ἂν εἶναι δυνατόν, οἷον εἰ δυνατὸν ἄνθρωπον ὑγιασθῆναι, καὶ νοσῆσαι: γὰρ αὐτὴ δύναμις τῶν ἐναντίων ἐναντία. καὶ εἰ τὸ ὅμοιον δυνατόν, καὶ τὸ ὅμοιον: [2] καὶ εἰ τὸ χαλεπώτερον δυνατόν, καὶ τὸ ῥᾷον: [3] καὶ εἰ τὸ σπουδαῖον καὶ καλὸν γενέσθαι δυνατόν, [4] καὶ ὅλως δυνατὸν γενέσθαι: χαλεπώτερον
γὰρ καλὴν οἰκίαν οἰκίαν εἶναι. [5] καὶ οὗ ἀρχὴ δύναται γενέσθαι, καὶ τὸ τέλος: οὐδὲν γὰρ γίγνεται οὐδ᾽ ἄρχεται γίγνεσθαι τῶν ἀδυνάτων, οἷον τὸ σύμμετρον τὴν διάμετρον εἶναι οὔτ᾽ ἂν ἄρξαιτο γίγνεσθαι οὔτε γίγνεται. καὶ οὗ τὸ τέλος, καὶ ἀρχὴ δυνατή: ἅπαντα γὰρ ἐξ ἀρχῆς γίγνεται. [6] καὶ εἰ τὸ ὕστερον τῇ
οὐσίᾳ τῇ γενέσει δυνατὸν γενέσθαι, καὶ τὸ πρότερον, οἷον εἰ ἄνδρα γενέσθαι δυνατόν, καὶ παῖδαπρότερον γὰρ ἐκεῖνο γίγνεται), καὶ εἰ παῖδα, καὶ ἄνδρακαὶ ἀρχὴ γὰρ ἐκείνη). [7] καὶ ὧν ἔρως ἐπιθυμία φύσει ἐστίν: οὐδεὶς γὰρ ἀδυνάτων ἐρᾷ οὐδὲ ἐπιθυμεῖ ὡς ἐπὶ τὸ πολύ. [8] καὶ ὧν ἐπιστῆμαί εἰσι καὶ
τέχναι, δυνατὸν ταῦτα καὶ εἶναι καὶ γίγνεσθαι. [9] καὶ ὅσων ἀρχὴ τῆς γενέσεως ἐν τούτοις ἐστὶν ἡμεῖς ἀναγκάσαιμεν ἂν πείσαιμεν: ταῦτα δ᾽ ἐστὶν ὧν κρείττους κύριοι φίλοι. [10] καὶ ὧν τὰ μέρη δυνατά, καὶ τὸ ὅλον, καὶ ὧν τὸ ὅλον δυνατόν, καὶ τὰ μέρη ὡς ἐπὶ τὸ πολύ: εἰ γὰρ πρόσχισμα καὶ κεφαλὶς καὶ
χιτὼν δύναται γενέσθαι, καὶ ὑποδήματα δυνατὸν γενέσθαι, καὶ εἰ ὑποδήματα, καὶ πρόσχισμα καὶ κεφαλίς καὶ χιτών. [11] καὶ εἰ τὸ γένος ὅλον

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: