previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


χρηστὸν φαίνεσθαι τὸν λόγον ἀκριβῆ. [13] τῶν δὲ ἐνθυμημάτων τὰ ἐλεγκτικὰ μᾶλλον εὐδοκιμεῖ τῶν δεικτικῶν, ὅτι ὅσα ἔλεγχον ποιεῖ, μᾶλλον δῆλον ὅτι συλλελόγισται: παρ᾽ ἄλληλα γὰρ μᾶλλον τἀναντία γνωρίζεται.
[14]

τὰ δὲ πρὸς τὸν ἀντίδικον οὐχ ἕτερόν τι εἶδος, ἀλλὰ τῶν πίστεών ἐστι τὸ τὰ μὲν λῦσαι ἐνστάσει τὰ δὲ συλλογισμῷ. δεῖ δὲ καὶ ἐν συμβουλῇ καὶ ἐν δίκῃ ἀρχόμενον μὲν λέγειν τὰς ἑαυτοῦ πίστεις πρότερον, ὕστερον δὲ πρὸς τἀναντία ἀπαντᾶν λύοντα καὶ προδιασύροντα. ἂν δὲ πολύχους
ἐναντίωσις, πρότερον τὰ ἐναντία, οἷον ἐποίησε Καλλίστρατος ἐν τῇ Μεσσηνιακῇ ἐκκλησίᾳ: γὰρ ἐροῦσι προανελὼν οὕτως τότε αὐτὸς εἶπεν. [15] ὕστερον δὲ λέγοντα πρῶτον πρὸς τὸν ἐναντίον λόγον λεκτέον, λύοντα καὶ ἀντισυλλογιζόμενον, καὶ μάλιστα ἂν εὐδοκιμηκότα : ὥσπερ γὰρ ἄνθρωπον προδιαβεβλημένον
οὐ δέχεται ψυχή, τὸν αὐτὸν τρόπον οὐδὲ λόγον, ἐὰν ἐναντίος εὖ δοκῇ εἰρηκέναι. δεῖ οὖν χώραν ποιεῖν ἐν τῷ ἀκροατῇ τῷ μέλλοντι λόγῳ: ἔσται δὲ ἂν ἀνέλῃς: διὸ πρὸς πάντα τὰ μέγιστα τὰ εὐδοκιμοῦντα τὰ εὐέλεγκτα μαχεσάμενον οὕτω τὰ αὑτοῦ πιστὰ ποιητέον.
ταῖς θεαῖσι πρῶτα σύμμαχος γενήσομαι:
ἐγὼ γὰρ Ἥραν:

Eur. Tro. 969-971 ἐν τούτοις ἥψατο πρῶτον τοῦ εὐηθεστάτου. [16]

περὶ μὲν οὖν πίστεων ταῦτα. εἰς δὲ τὸ ἦθος, ἐπειδὴ ἔνια περὶ αὑτοῦ λέγειν ἐπίφθονον μακρολογίαν ἀντιλογίαν
ἔχει, καὶ περὶ ἄλλου λοιδορίαν ἀγροικίαν, ἕτερον χρὴ λέγοντα ποιεῖν, ὅπερ Ἰσοκράτης ποιεῖ ἐν τῷ Φιλίππῳ καὶ ἐν τῇ Ἀντιδόσει, καὶ ὡς Ἀρχίλοχος ψέγει: ποιεῖ γὰρ τὸν πατέρα λέγοντα περὶ τῆς θυγατρὸς ἐν τῷ ἰάμβῳχρημάτων δ᾽ ἄελπτον οὐθέν ἐστιν οὐδ᾽ ἀπώμοτον,

Archilochus fr. 74
καὶ τὸν Χάρωνα τὸν τέκτονα ἐν τῷ ἰάμβῳ οὗ ἀρχὴοὔ μοι τὰ Γύγεω,

καὶ ὡς Σοφοκλῆς τὸν Αἵμονα ὑπὲρ τῆς Ἀντιγόνης πρὸς τὸν πατέρα ὡς λεγόντων ἑτέρων. [17]

δεῖ δὲ καὶ μεταβάλλειν τὰ ἐνθυμήματα καὶ γνώμας ποιεῖν ἐνίοτε, οἷονχρὴ δὲ τὰς
διαλλαγὰς ποιεῖν τοὺς νοῦν ἔχοντας εὐτυχοῦντας: οὕτω γὰρ ἂν μέγιστα πλεονεκτοῖεν,” ἐνθυμηματικῶς δὲεἰ γὰρ δεῖ, ὅταν ὠφελιμώταται ὦσιν καὶ πλεονεκτικώταται αἱ καταλλαγαί, τότε καταλλάττεσθαι, εὐτυχοῦντας δεῖ καταλλάττεσθαι.”
18.

περὶ δὲ ἐρωτήσεως, εὔκαιρόν ἐστι ποιεῖσθαι μάλιστα μὲν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
hide References (1 total)
  • Commentary references to this page (1):
    • W. W. How, J. Wells, A Commentary on Herodotus, 1.12
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: