previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ περὶ οὗ λέγει καὶ πρὸς ὅν, καὶ τὸ τέλος πρὸς τοῦτόν ἐστιν, λέγω δὲ τὸν ἀκροατήν. [2] ἀνάγκη δὲ τὸν ἀκροατὴν θεωρὸν εἶναι κριτήν, κριτὴν δὲ τῶν γεγενημένων τῶν μελλόντων. ἔστιν δ᾽ μὲν περὶ τῶν μελλόντων κρίνων ἐκκλησιαστής,
δὲ περὶ τῶν γεγενημένων οἷον δικαστής, δὲ περὶ τῆς δυνάμεως θεωρός, [3] ὥστ᾽ ἐξ ἀνάγκης ἂν εἴη τρία γένη τῶν λόγων τῶν ῥητορικῶν, συμβουλευτικόν, δικανικόν, ἐπιδεικτικόν.

συμβουλῆς δὲ τὸ μὲν προτροπή, τὸ δὲ ἀποτροπή: ἀεὶ γὰρ καὶ οἱ ἰδίᾳ συμβουλεύοντες καὶ οἱ
κοινῇ δημηγοροῦντες τούτων θάτερον ποιοῦσιν. δίκης δὲ τὸ μὲν κατηγορία, τὸ δ᾽ ἀπολογία: τούτων γὰρ ὁποτερονοῦν ποιεῖν ἀνάγκη τοὺς ἀμφισβητοῦντας. ἐπιδεικτικοῦ δὲ τὸ μὲν ἔπαινος τὸ δὲ ψόγος. [4] χρόνοι δὲ ἑκάστου τούτων εἰσὶ τῷ μὲν συμβουλεύοντι μέλλωνπερὶ γὰρ τῶν ἐσομένων συμβουλεύει
προτρέπων ἀποτρέπων), τῷ δὲ δικαζομένῳ γενόμενοςπερὶ γὰρ τῶν πεπραγμένων ἀεὶ μὲν κατηγορεῖ, δὲ ἀπολογεῖται), τῷ δ᾽ ἐπιδεικτικῷ κυριώτατος μὲν παρώνκατὰ γὰρ τὰ ὑπάρχοντα ἐπαινοῦσιν ψέγουσιν πάντες), προσχρῶνται δὲ πολλάκις καὶ τὰ γενόμενα
ἀναμιμνήσκοντες καὶ τὰ μέλλοντα προεικάζοντες. [5]

τέλος δὲ ἑκάστοις τούτων ἕτερόν ἐστι, καὶ τρισὶν οὖσι τρία, τῷ μὲν συμβουλεύοντι τὸ συμφέρον καὶ βλαβερόν: μὲν γὰρ προτρέπων ὡς βέλτιον συμβουλεύει, δὲ ἀποτρέπων ὡς χείρονος ἀποτρέπει, τὰ δ᾽ ἄλλα πρὸς τοῦτο συμπαραλαμβάνει,
δίκαιον ἄδικον, καλὸν αἰσχρόν: τοῖς δὲ δικαζομένοις τὸ δίκαιον καὶ τὸ ἄδικον, τὰ δ᾽ ἄλλα καὶ οὗτοι συμπαραλαμβάνουσι πρὸς ταῦτα: τοῖς δ᾽ ἐπαινοῦσιν καὶ ψέγουσιν τὸ καλὸν καὶ τὸ αἰσχρόν, τὰ δ᾽ ἄλλα καὶ οὗτοι πρὸς ταῦτα ἐπαναφέρουσιν. [6]

σημεῖον δ᾽ ὅτι τὸ εἰρημένον
ἑκάστοις τέλος: περὶ μὲν γὰρ τῶν ἄλλων ἐνίοτε οὐκ ἂν ἀμφισβητήσαιεν, οἷον δικαζόμενος ὡς οὐ γέγονεν οὐκ ἔβλαψεν: ὅτι δ᾽ ἀδικεῖ οὐδέποτ᾽ ἂν ὁμολογήσειεν: οὐδὲν γὰρ ἂν ἔδει δίκης. ὁμοίως δὲ καὶ οἱ συμβουλεύοντες τὰ μὲν ἄλλα πολλάκις προΐενται, ὡς δὲ ἀσύμφορα συμβουλεύουσιν
ἀπ᾽ ὠφελίμων ἀποτρέπουσιν οὐκ ἂν ὁμολογήσαιεν: ὡς δ᾽ οὐκ ἄδικον τοὺς ἀστυγείτονας καταδουλοῦσθαι καὶ τοὺς μηδὲν ἀδικοῦντας, πολλάκις οὐδὲν φροντίζουσιν. ὁμοίως δὲ καὶ οἱ ἐπαινοῦντες καὶ οἱ ψέγοντες οὐ σκοποῦσιν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: