previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


λέγω δὲ κύριά τε καὶ συνώνυμα οἷον τὸ πορεύεσθαι καὶ τὸ βαδίζειν: ταῦτα γὰρ ἀμφότερα καὶ κύρια καὶ συνώνυμα ἀλλήλοις.

τί μὲν οὖν τούτων ἕκαστόν ἐστι, καὶ πόσα εἴδη μεταφορᾶς, καὶ ὅτι τοῦτο πλεῖστον δύναται καὶ ἐν ποιήσει καὶ
ἐν λόγοις, αἱ μεταφοραί, εἴρηται, καθάπερ ἐλέγομεν, ἐν τοῖς περὶ ποιητικῆς: [8] τοσούτῳ δ᾽ ἐν λόγῳ δεῖ μᾶλλον φιλοπονεῖσθαι περὶ αὐτῶν, ὅσῳ ἐξ ἐλαττόνων βοηθημάτων λόγος ἐστὶ τῶν μέτρων: καὶ τὸ σαφὲς καὶ τὸ ἡδὺ καὶ τὸ ξενικὸν ἔχει μάλιστα μεταφορά, καὶ λαβεῖν οὐκ ἔστιν αὐτὴν παρ᾽
ἄλλου. [9] δεῖ δὲ καὶ τὰ ἐπίθετα καὶ τὰς μεταφορὰς ἁρμοττούσας λέγειν. τοῦτο δ᾽ ἔσται ἐκ τοῦ ἀνάλογον: εἰ δὲ μή, ἀπρεπὲς φανεῖται διὰ τὸ παρ᾽ ἄλληλα τὰ ἐναντία μάλιστα φαίνεσθαι. ἀλλὰ δεῖ σκοπεῖν, ὡς νέῳ φοινικίς, οὕτω γέροντι τί [10]οὐ γὰρ αὐτὴ πρέπει ἐσθής), καὶ ἐάν τε κοσμεῖν
βούλῃ, ἀπὸ τῶν βελτίστων τῶν ἐν ταὐτῷ γένει φέρειν τὴν μεταφοράν, ἐάν τε ψέγειν, ἀπὸ τῶν χειρόνων: λέγω δ᾽ οἷον, ἐπεὶ τὰ ἐναντία ἐν τῷ αὐτῷ γένει, τὸ φάναι τὸν μὲν πτωχεύοντα εὔχεσθαι τὸν δὲ εὐχόμενον πτωχεύειν, ὅτι ἄμφω αἰτήσεις, τὸ εἰρημένον ἐστὶ ποιεῖν, ὡς καὶ Ἰφικράτης Καλλίαν
μητραγύρτην ἀλλ᾽ οὐ δᾳδοῦχον, δὲ ἔφη ἀμύητον αὐτὸν εἶναι: οὐ γὰρ ἂν μητραγύρτην αὐτὸν καλεῖν, ἀλλὰ δᾳδοῦχον: ἄμφω γὰρ περὶ θεόν, ἀλλὰ τὸ μὲν τίμιον τὸ δὲ ἄτιμον. καὶ μὲν διονυσοκόλακας, αὐτοὶ δ᾽ αὑτοὺς τεχνίτας καλοῦσινταῦτα δ᾽ ἄμφω μεταφορά, μὲν ῥυπαινόντων δὲ
τοὐναντίον), καὶ οἱ μὲν λῃσταὶ αὑτοὺς ποριστὰς καλοῦσι νῦνδιὸ ἔξεστι λέγειν τὸν ἀδικήσαντα μὲν ἁμαρτάνειν, τὸν δ᾽ ἁμαρτάνοντα ἀδικῆσαι, καὶ τὸν κλέψαντα καὶ λαβεῖν καὶ πορίσασθαι). τὸ δὲ ὡς Τήλεφος Εὐριπίδου φησίν, “κώπης ἀνάσσων κἀποβὰς εἰς Μυσίαν,


ἀπρεπές, ὅτι μεῖζον τὸ ἀνάσσειν κατ᾽ ἀξίαν: οὐ κέκλεπται οὖν. [11] ἔστιν δὲ καὶ ἐν ταῖς συλλαβαῖς ἁμαρτία, ἐὰν μὴ ἡδείας σημεῖα φωνῆς, οἷον Διονύσιος προσαγορεύει χαλκοῦς ἐν τοῖς ἐλεγείοις κραυγὴν Καλλιόπης τὴν ποίησιν, ὅτι ἄμφω φωναί: φαύλη δὲ μεταφορὰταῖς ἀσήμοις φωναῖς†. [12] ἔτι δὲ
οὐ πόρρωθεν δεῖ ἀλλ᾽ ἐκ τῶν συγγενῶν καὶ τῶν ὁμοειδῶν μεταφέρειν ἐπὶ τὰ ἀνώνυμα ὠνομασμένως λεχθὲν δῆλόν ἐστιν ὅτι συγγενές

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
hide References (1 total)
  • Commentary references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: