previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι,

Hom. Il. 11.574 καὶαἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα.

Hom. Il. 15.541 ἐν πᾶσι γὰρ τούτοις διὰ τὸ ἔμψυχα εἶναι ἐνεργοῦντα φαίνεται: τὸ ἀναισχυντεῖν γὰρ καὶ μαιμᾶν καὶ τὰ ἄλλα ἐνέργεια.
ταῦτα δὲ προσῆψε διὰ τῆς κατ᾽ ἀναλογίαν μεταφορᾶς: ὡς γὰρ λίθος πρὸς τὸν Σίσυφον, ἀναισχυντῶν πρὸς τὸν ἀναισχυντούμενον. [4] ποιεῖ δὲ καὶ ἐν ταῖς εὐδοκιμούσαις εἰκόσιν ἐπὶ τῶν ἀψύχων ταὐτά: “κυρτά, φαληριόωντα: πρὸ μέν τ᾽ ἄλλ᾽, αὐτὰρ ἐπ᾽ ἄλλα:

Hom. Il. 13.799
κινούμενα γὰρ καὶ ζῶντα ποιεῖ πάντα, δ᾽ ἐνέργεια κίνησις. [5]

δεῖ δὲ μεταφέρειν, καθάπερ εἴρηται πρότερον, ἀπὸ οἰκείων καὶ μὴ φανερῶν, οἷον καὶ ἐν φιλοσοφίᾳ τὸ ὅμοιον καὶ ἐν πολὺ διέχουσι θεωρεῖν εὐστόχου, ὥσπερ Ἀρχύτας ἔφη ταὐτὸν εἶναι διαιτητὴν καὶ βωμόν: ἐπ᾽ ἄμφω γὰρ τὸν
ἀδικούμενον καταφεύγειν. εἴ τις φαίη ἄγκυραν καὶ κρεμάθραν τὸ αὐτὸ εἶναι: ἄμφω γὰρ ταὐτό τι, ἀλλὰ διαφέρει τῷ ἄνωθεν καὶ κάτωθεν. καὶ τὸ ἀνωμαλίσθαι τὰς πόλεις ἐν πολὺ διέχουσιν ταὐτό, ἐν ἐπιφανείᾳ καὶ δυνάμεσι τὸ ἴσον. [6]

ἔστιν δὲ καὶ τὰ ἀστεῖα τὰ πλεῖστα διὰ μεταφορᾶς καὶ
ἐκ τοῦ προσεξαπατᾶν: μᾶλλον γὰρ γίγνεται δῆλον τι ἔμαθε παρὰ τὸ ἐναντίως ἔχειν, καὶ ἔοικεν λέγειν ψυχὴὡς ἀληθῶς, ἐγὼ δὲ ἥμαρτον”. καὶ τῶν ἀποφθεγμάτων δὲ τὰ ἀστεῖά ἐστιν ἐκ τοῦ μὴ φησι λέγειν, οἷον τὸ Στησιχόρου, ὅτι οἱ τέττιγες ἑαυτοῖς χαμόθεν ᾁσονται. καὶ τὰ εὖ ᾐνιγμένα
διὰ τὸ αὐτὸ ἡδέαμάθησις γάρ ἐστι καὶ μεταφορά), καὶ λέγει Θεόδωροςτὸ καινὰ λέγειν. γίγνεται δὲ ὅταν παράδοξον , καὶ μή, ὡς ἐκεῖνος λέγει, πρὸς τὴν ἔμπροσθεν δόξαν, ἀλλ᾽ ὥσπερ ἐν τοῖς γελοίοις τὰ παραπεποιημέναὅπερ δύναται καὶ τὰ παρὰ γράμμα σκώμματα:
ἐξαπατᾷ γάρ), καὶ ἐν τοῖς μέτροις: οὐ γὰρ ὥσπερ ἀκούων ὑπέλαβεν: “ἔστειχε δ᾽ ἔχων ὑπὸ ποσσὶ χίμεθλα:

δ᾽ ᾤετο πέδιλα ἐρεῖν. τούτου δ᾽ ἅμα λεγομένου δεῖ δῆλον εἶναι. τὰ δὲ παρὰ γράμμα ποιεῖ οὐχ λέγει λέγειν, ἀλλ᾽ μεταστρέφει ὄνομα, οἷον τὸ Θεοδώρου εἰς Νίκωνα
τὸν κιθαρῳδὸνθράξει σε”, προσποιεῖται γὰρ λέγειν τὸΘρᾷξ εἶ σύκαὶ ἐξαπατᾷ: ἄλλο γὰρ λέγει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: